Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον ζʹ.
10 Ἔκθεσις περὶ σταθμῶν καὶ μέτρων ἀκριβεστάτη.


11 Κεράτιον τὸ ἰδιωτικῶς λεγόμενον κόκκιόν ἐστιν α,
12 ὥσπερ δὴ καὶ μονὰς ἐπὶ ἀριθμῶν.


13 ὀβολὸς ἔχει κεράτια ἤτοι κόκκια τρία.


14 Τὸ γράμμα ὀβολοὺς δύο.


15 δραχμὴ γράμματα τρία.


16 Τὸ δηνάριον δραχμὴν μίαν, ἥμισυ.

19.760


1 Τὸ ἀσσάριον, δηνάριον ἤτοι στάγιον ἓν, ἥμισυ.


2 στατὴρ, ἀσσάρια δύο.


3 οὐγγία, στατῆρας δύο.


4 ὁλκὴ, οὐγγίας δύο.


5 λίτρα, ὁλκὰς ἕξ.


6 Ἰταλικὴ μνᾶ λίτραν μίαν, ἥμισυ. δὲ Ἀττικὴ
7 στάγια τρία· Πτολεμαικὴ λίτραν μίαν καὶ ἡμίσειαν.


8 Τὸ κοχλιάριον, δηνάριον ἤτοι στάγιον ἥμισυ.


9 Τὸ μικρὸν μύστρον καὶ τὸ σίκλον, κοχλιάρια δύο.


10 κύαθος, μικρὰ μύστρα τέσσαρα.


11 Τὸ ὀξύβαφον καὶ τὸ μέγα μύστρον, κυάθους τρεῖς.


12 κοτύλη καὶ τὸ τρυβλίον, ὀξύβαφα δύο.


13 ξέστης, κοτύλας δύο.


14 χοῦς, ξέστας ἕξ.


15 Τὸ Ἰταλικὸν κεράμιον, χόας ὀκτώ.


16 Δεῖ γινώσκειν, ὡς οἱ ἐνταῦθα καταγεγραμμένοι σταθμοὶ
17 ἐπὶ τῶν ὑγρῶν μέτρων ἐπὶ τοῦ οἴνου καὶ τοῦ ὕδατος συνετέθησαν.
18 ἐπὶ δὲ ἐλαίου καὶ ὕδατος ἀναλογίζεσθαι χρὴ 19.761
1 ἕκαστον σταθμὸν ἐπὶ τῶν ὑγρῶν μέτρων, κατ’ ἀναλογίαν
2 τῆς τοῦ βάρους ἑκάστου εἴδους διαφορᾶς κατὰ τὴν ἔκπαλαι
3 γενομένην ἀπόπειραν καὶ δοκιμασίαν τοῦ βάρους ἑκάστου
4 εἴδους τῶν ὑγρῶν. ἔχει δὲ οὕτω.


5 Τὸ ὕδωρ καὶ οἶνος ἰσόσταθμα λογίζονται. ἤγουν λίτρα
6 τοῦ ἐλαίου ἐὰν εἰς ἀγγεῖον εἰσαχθῇ καὶ πληρώσῃ τοῦτο,
7 εἶτα εἰς τὸ αὐτὸ ἀγγεῖον εἰσαχθῇ ὕδωρ οἶνος, πλέον τῆς
8 λίτρας καὶ ἕτερα ἕξ στάγια εὐρεθήσεται, διὰ τὸ φύσει εἶναι
9 καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ βαρύτερον τοῦ ἐλαίου. εἰ δὲ
10 εἰς τὸ αὐτο ἐμβληθῇ μέλι, πλέον πάλιν τῶν ἑβδομήκοντα
11 ὀκτὼ σταγίων καὶ ἕτερα στάγια δεκάπεντε ἥμισυ εὑρεθήσονται.
12 ἤγουν τὸ αὐτὸ ἀγγεῖον, ὅπερ χωρὶς ἐλαίου λίτραν
13 ἐχώρει, ἤτοι στάγια ἑβδομηκονταδύο ὕδατος μὲν καὶ οἴνου,
14 ἑβδομηκονταοκτὼ στάγια πάντως χωρήσει. μέλιτος δὲ στάγια
15 εἰκοσιεννέα. καὶ δεῖ διὰ τοῦτο κατ’ ἀναλογίαν ἑκάστου
16 εἴδους προστιθέναι ἀφαιρεῖν ἀπὸ τοῦ ποσοῦ τῶν ἀναγεγραμμένων
17 σταθμῶν, ἐπεὶ ἐπὶ οἴνου καὶ ὕδατος, ὡς ἔφαμεν 19.762
1 κατεγράφησαν. οἷς καὶ δεῖ προσέχειν ἐπιμελῶς, ἵνα μὴ
2 βλάβη μεγίστη ἐν ταῖς σκευασίαις προσγένηται.


3 μεγάλη κοτύλη ἴση τῷ ὀξυβάφῳ.


4 χοῖνιξ ἔχει κοτύλας τρεῖς.


5 ἀμφορεὺς ξέστας τριακονταέξ.


6  μετρητὴς ξέστας ἑβδομηκονταδύο· κατὰ δὲ
7 Σύρους ἑκατὸν εἴκοσιν.


8 μέδιμνος ξέστας ἑκατὸν δύο.