Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


Κεφάλαιον βʹ.
4 Περὶ τῶν δηλούντων τοὺς σταθμοὺς καὶ τὰ μέτρα
5 χαρακτήρων.


6 Ἀλλ’ ἐπειδή τινες οὐχ ὁλογραμμάτως, ἀλλὰ διὰ χαρακτήρων
7 ταῦτα σημαίνουσι, βέλτιον ἂν εἴη τοῖς παλαιοῖς
8 κατακολουθοῦντα πρῶτον τοὺς χαρακτῆας αὐτοὺς διασαφηνίσαι.
9


10 Πρῶτον μὲν οὖν τὸ χ στοιχεῖον ἔχον ἐπικείμενον αὐτῷ
11 τὸ ἄλφα, χαλκοῦν σημαίνει, καθὼς ὁρᾶς χα. εἰ δὲ ο
12 ἔχει τὸ χ, χόα χο. εἰ δὲ ν οι, χοίνικα χν, χοι. εἰ δὲ
13 η, χήμην χη.


14 Τὸ δὲ κ στοιχεῖον, εἰ μὲν ἔχει ε ἐπικείμενον αὐτῷ
15 καὶ λοξὴν εὐθεῖαν γραμμὴν τέμνουσαν, τὴν κάτω κεραίαν
16 αὐτοῦ, κεράτιον δηλοῖ, κε. εἰ δὲ τὸ υ ἔχει τὸ κ, κυάθον
17 σημαίνει, κυ. εἰ δὲ τὸ ο, κοτύλην, κο.

19.750


1 δὲ ἀπερίστικτος εὐθεῖα γραμμὴ πλαγία περισπωμένη
2 τεθεῖσα κατὰ πᾶν, ὀβολὸν δηλοῖ /, 𐅼, 𐅼. αἱ δὲ δύο
3 ἀπερίστικτοι, δύο ὀβολοὺς. // 𐅽, 𐅽. οἵ ποιοῦσι τὸ γράμμα
4 δηλούμενον ὑπὸ τοῦ  Γ πλησίον ἐχόντος τὸ ρ τεμνόμενον
5 ὑπό τινος εὐθείας γραμμῆς 𐆈.


6 Αἱ δὲ δύο γραμμαὶ συνάπτουσαι κατὰ θάτερον πέρας,
7 ὥστε γωνίαν ποιεῖν, ἐμφερῶς ταῖς τοῦ Κ δύο κεραίαις ταῖς
8 πρὸς τὴν ὀρθὴν γραμμὴν κατὰ κάθετον, δραχμὴν σημαίνουσιν,
9 𐅻 τὴν συνωνύμως καὶ ὁλκὴν καλουμένην.


10 Ἰδίως δὲ παρὰ παλαιῶν τὴν ὁλκὴν τὸ λ δηλοῖ, ἔχον
11 μέσον τὸ ο λο. ἡμεῖς δὲ καὶ ταύτην ὁλκὴν καλοῦμεν. εἰ δὲ
12 τὸ ι μέσον προστεθειμένον ἐπικείμενον ἔχει τὸ λ, λίτραν
13 σημαίνει λ, λι, λι. τινὲς δὲ τὴν ἑτέραν τοῦ λ γραμμὴν
14 λοξῶς τέμνοντες δηλοῦσι τὴν λίτραν, λι.


15 Τὸ δὲ Γ ἔχον ἐν ταῖς ἑαυτοῦ γωνίαις τὸ ο, οὐγγίαν
16 δηλοῖ γο.

19.751


1 Τὸ μ δὲ κατὰ τὸ μέσον αὐτοῦ ἔχον τὸ ν, μνᾶν σημαίνει
2 μν· εἰ δὲ τὸ υ ἔχει τὸ μ, μύστρον σημαίνει μυ. εἰ δὲ
3 τὸ ε, μέδιμνον με. εἰ δὲ τὸ ο, μόδιον σημαίνει μο.


4 Τὸ δὲ τ ἔχον ἔμπροσθεν αὐτοῦ ρ καὶ υ ἐπικείμενον,
5 τρυβλίον δηλοῖ τρυ, τρυ.


6 Τὸ δὲ ξ ἐπικείμενον ἔχον τὸ ε, ξέστην σημαίνει ξε. εἰ
7 δὲ ο ἔχει ὀξύβαφον ξο. τινὲς δὲ τὸν ξέστην διὰ τοῦ ξ,
8 τεμνούσης αὐτὸ εὐθείας γραμμῆς, δηλοῦσιν ξ.


9 Τὸ δὲ η ἔχον ἐπικείμενον τὸ μ, ἡμίναν δηλοῖ ημ, ημ.


10 Εἰ δὲ κ καὶ ρ ἐπικείμενον ἔχουσι τὸ μ, κεράμιον δηλοῦσι
11 κρμ, κρμ.