15
Κεφ. ιβʹ.Ἐπὶ τῷ πέρατι τοῦ πλατέος ἕτερον ὀστοῦν
16
ἐστι τὸ καλούμενον κόκκυξ, ἐκ τριῶν καὶ τοῦτο συγκείμενον
17
ἰδίων μορίων χονδρωδεστέρων, ἢ κατὰ τὸ πλατὺ, καὶ μάλιστα 2.763
1
τὸ κατὰ τὸ πέρας ὑποκείμενον. διεξέρχεται δὲ καὶ κατὰ
2
τὰς τούτων συντάξεις ἐκ τῶν ὀπίσω καὶ πρόσω μερῶν
3
νεῦρα. πρώτη μὲν συζυγία, καθ’ ἃ μέρη ψαύει τοῦ πλατέος
4
ὀστοῦ, δευτέρα δὲ κατὰ τὴν τοῦ πρώτου τῶν ἐν
5
ἑαυτῷ πρὸς τὸ δεύτερον σύνταξιν, καὶ τρίτη κατὰ τὴν
6
τοῦ δευτέρου πρὸς τὸ τρίτον. ὅσον δὲ ὑπόλοιπον τοῦ νωτιαίου
7
κατὰ τὸ πέρας αὐτοῦ τοῦ τρίτου διεξέρχεται μόνον
8
ἀζυγές.