16
Κεφ. ιδʹ.Αἱ ὠμοπλάται κεῖνται μὲν ὄπισθεν τοῦ
17
θώρακος· συμφύονται δὲ διὰ μυῶν τῷ τε κατ’ ἰνίον ὀστῷ
18
τῆς κεφαλῆς, καὶ τῇ τῆς ῥάχεως ἀκάνθῃ, καὶ ταῖς τοῦ 2.766
1
θώρακος πλευραῖς, καὶ τῷ προτεταγμένῳ τοῦ λάρυγγος
2
ὀστῷ. ἀνώμαλοι δέ εἰσιν ἱκανῶς καὶ πᾶσι τοῖς μέρεσιν
3
ἀνόμοιαι· κυρταὶ μὲν γὰρ ἔξωθεν, ἔσωθεν δὲ σιμαὶ, καὶ
4
λεπτὴ μὲν ἡ κάτω βάσις αὐτῶν καὶ προμήκης, τὸ δὲ ἄνω
5
πέρας παχύ τε καὶ μικρόν. ἐπαλείφει δὲ αὐτὰς πολλαχόθι
6
χόνδρος, καὶ πλεῖστος τὴν βάσιν. ἀφ’ ἧς ἀρχομένη τῆς
7
ῥάχεως ταπεινὴ κατὰ μικρὸν προσαυξάνεται, μέχρι τῶν κατὰ
8
τὸ ἀκρώμιον ἀνιοῦσα χωρίων. συναρθροῦται δ’ αὐτῇ κατὰ
9
τοῦτο ἡ κλείς. καί τινες μὲν τῶν ἀνατομικῶν αὐτὴν τὴν
10
σύνταξιν αὐτῶν ὀνομάζουσιν ἀκρώμιον ἁρμονίαν· ἔνιοι δὲ
11
τρίτον ἕτερον παρ’ ἀμφότερα τὰ συζευγνύμενά φασιν ὀστοῦν
12
ὑπάρχειν, ἐν ἀνθρώποις μόνοις εὑρισκόμενον, ὃ κατακλεῖδά
13
τε καὶ ἀκρώμιον προσαγορεύουσιν. ὑπὸ δὲ τοῦτο τὸ χωρίον
14
ἀπόφυσίς τις ὑπόκειται τῇ ὠμοπλάτῃ· ὀνομάζεται
15
δὲ αὐχὴν ὠμοπλάτης, ᾧ κατὰ τὸ πέρας εἰς κοτύλην
16
τινὰ τελευτῶντι τοῦ βραχίονος ἡ κεφαλὴ διαρθροῦται.
17
ἔστι δὲ καὶ ἄλλη ταύτῃ ἔσωθεν ἀπόφυσις ὀξεῖα καὶ σμικρά.
18
καλοῦσι δ’ αὐτὴν οἱ μὲν ἀγκυροειδῆ, οἱ δὲ κορακοειδῆ, 2.767
1
διότι τὸ πέρας αὐτῆς ἐκτὸς ἐπινένευκεν, ὥσπερ
2
κορώνη.