Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De morborum causis (De morb. causis)
urn:cts:greekLit:tlg0057.tlg042
Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Causes des maladies
Causes of Diseases (Caus. Morb.)
editio(nes) critica(e):
translatio Latina: De morborum causis, 1824, vol. 7, pp. 1-41. urn:cts:greekLit:tlg0057.tlg042.verbatim-lat1
translationes recentiores Grant, 2000 (eng); Johnston, 2006 (grc;eng)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ
ΝΟΣΗΜΑΣΙΝ ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ.


1 Κεφ. αʹ.Πόσα μέν ἐστι καὶ τίνα τὰ σύμπαντα
2 νοσήματα κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε
3 καὶ σύνθετα, δι’ ἑτέρου δεδήλωται γράμματος. ἑξῆς δ’ ἂν
4 εἴη τὰς αἰτίας αὐτῶν ἑκάστου διελθεῖν, ἀπὸ τῶν ἁπλῶν τε
5 καὶ ὁμοιομερῶν ὀνομαζομένων τοῦ ζώου μορίων ἀρξαμένους,
6 εἶτ’ αὖθις ἐπὶ τὰ σύνθετά τε καὶ ὀργανικὰ μεταβάντας.
7 ἐπεὶ τοίνυν ἐδείχθη, κατὰ μὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι
8 τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας, 7.2
1 ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος
2 ἤτοι δυσκρασία τις ὑπάρχουσα, τῆς συνεχείας αὐτοῦ
3 τῶν μερῶν διαίρεσις, κατὰ δὲ τοὺς μήθ’ ἡνῶσθαι καὶ κενόν
4 τι παραπεπλέχθαι πάσῃ σώματος συγκρίσει νομίζοντας, ἀμετρία
5 τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως,
6 ἀρξώμεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν
7 νοσημάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπείσμεθα
8 ὑπάρχειν. ἦν δ’, οἶμαι, τέτταρα μὲν ἁπλᾶ, τέτταρα
9 δὲ σύνθετα, ποτὲ μὲν τοῦ θερμοῦ μόνον τὴν αὔξησιν
10 ἄμετρον τοῦ ψυχροῦ λαβόντος, τινος τῶν τῆς ἑτέρας
11 ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ
12 κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερμὸν ἅμα
13 καὶ ξηρὸν, ψυχρὸν καὶ ξηρὸν, θερμὸν καὶ ὑγρὸν,
14 ψυχρὸν καὶ ὑγρὸν τὸ νόσημα.