16
Κεφ. ιʹ.Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ
17
μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις, 7.36
1
τινὰ δὲ δι’ ἀμετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται,
2
τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ
3
γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης. ἐνίοις δὲ τῶν
4
ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς
5
κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς
6
ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν
7
ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ μὲν οὖν ἅπαντα τῶν ἐξαρθρημάτων
8
αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας
9
ὀνομαζομένας ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε
10
δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα
11
πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον,
12
ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ
13
ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας
14
θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ.
15
καὶ πνεύμονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν
16
ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον
17
χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ
18
τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς 7.37
1
καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσημα τῆς
2
τε θέσεως ἅμα καὶ τοῦ σχήματος ὑπάλλαξις ἐπὶ ταῖς εἰρημέναις
3
γιγνόμενον. ἡ δὲ πρὸς τὰ παρακείμενα μόρια κοινωνία
4
διαφθείρεται, συμφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος
5
ἀρτήματος, ἢ δεσμοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ
6
ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων,
7
εὔδηλον.