1
Κεφ. δʹ. Περὶ μὲν δὴ τῶν θερμῶν τε καὶ ψυχρῶν
2
νοσημάτων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ξηρῶν
3
ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη μὲν πλείω καὶ διαπνοίη,
4
τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναμιν, ξηρότερος
5
ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσημα,
6
καὶ μάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω.
7
καὶ μὴν καὶ αἱ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις αἱ
8
ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώματα,
9
καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει
10
καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος μετέχοντι.
11
καὶ μέν γε καὶ ὅσα τῶν φαρμάκων ξηρὰ τὴν δύναμίν
12
ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ
13
ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ
14
φαρμάκων.