18
Κεφ. δʹ.Πέμπτην δὲ ἄλλην κατὰ τὸ τῶν πληγῶν 8.457
1
διάλειμμα. καλεῖν γὰρ ἔθος οὕτω τοῖς ἰατροῖς τὸν μεταξὺ
2
δύο πληγῶν χρόνον, ἐν ᾧ διαστέλλεται ἡ ἀρτηρία καὶ συστέλλεται.
3
καὶ προσήκειν ἡγοῦμαι τοῖς εἰσαγομένος γυμνάσασθαι,
4
πρῶτον μὲν, ὡς ἐπ’ ἀναισθήτου τῆς συστολῆς.
5
καλείσθω μοι τὸ μέν τι πληγὴ, τὸ δὲ διάλειμμα· πληγὴ μὲν
6
ἡ ἀπὸ τῆς ἀρτηρίας κινουμένης προσβολὴ τῇ ἁφῇ γιγνομένη·
7
διάλειμμα δὲ ἡ μεταξὺ δυοῖν πληγῶν ἡσυχία, καθ’ ἣν ὁ πυκνὸς
8
καὶ ἀραιὸς καὶ μέσος ἀμφοῖν, ἐφ’ ᾧπερ οἱ κατὰ φύσιν
9
συνίστανται σφυγμοί. γνωριεῖς δὲ καὶ τούτους τῷ ποσῷ τοῦ
10
χρόνου. πυκνὸς μὲν γάρ ἐστιν, ὅταν βραχὺς ὁ τῆς ἡσυχίας
11
ᾖ χρόνος· ἀραιὸς δὲ, ὅταν πολύς. ἡσυχίαν δὲ λέγειν, ἢ
12
διάλειμμα πληγῶν, ἢ συστολὴν, οὐ διοίσει.