Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 Κεφ. ιγʹ.Διάφορα πρὸς τὰ τῶν φαλαγγίων δήγματα
5 φάρμακα.
Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος
6 ὀχλαγωγοῦ.
Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον,
7 τρίψας ὁμοῦ, δίδου ὅσον 𐅻 αʹ. μετ᾿ οἴνου κυάθων βʹ.
8 πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει
9 τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.


10 Ἄλλο. Σιμμία τοῦ Μηδίου.Ὀποῦ Κυρηναϊκοῦ,
11 δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου
12 Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι᾿ ὄξους, καὶ δίδου
13 𐅻 αʹ. μετ᾿ ὄξους κυάθων δʹ. καὶ πιόντα εἰς θερμὸν ὕδωρ
14 κάθιε.


15 Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους.Ἀσταφίδος
16 ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης
17 ἴσον ἑκάστου, ἀνάπλασσε μετ᾿ οἴνου εὐώδους, καὶ διδοὺς
18 𐅻 αʹ. μετὰ γλυκέος κοτύλης μιᾶς.

14.181


1 Ἄλλο, σφόδρα γενναῖον.Κάγχρυος, πηγάνου
2 ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης,
3 ἑκάστου 𐅻 αʹ. κυπρίου ῥίζης 𐅻 βʹ. ἀνάπλαττε μετ᾿
4 οἴνου εὐώδους κυάθων δʹ. καὶ μέλιτος κύαθον αʹ.


5 Πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ
6 πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.
Καστορίου, πεπέρεως
7 λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ
8 διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ᾿
9 οἴνου ἀκράτου κυάθων γʹ. ὡς Διόφαντος.


10  Ἄλλη.Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως
11 λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον,
12 σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου,
13 ἣν καὶ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα
14 ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα
15 τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. Κωνείου
16 χυλοῦ, ὑοσκυάμου, ἀνὰ 𐅻 δʹ. καστορίου, πεπέρεως λευκοῦ,
17 κόστου, σμύρνης, ὀπίου, ἀνὰ 𐅻 αʹ. ταῦτα λεάνας καὶ ἐπιβαλὼν
18 κυάθους βʹ. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ, 14.182
1 καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος,
2 καὶ δίδου μετ᾿ οἴνου κυάθων βʹ.


3 Ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ
4 παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ᾿ αὐτὸ πινόμενον βοηθεῖ.

5 Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ,
6 σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος
7 ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας
8 καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει.


9 Ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ
10 πληγήν.
Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ
11 Λιβυκοῦ, ἀνὰ 𐅻 δʹ. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει
12 διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ᾿ αὐτὸ καὶ
13 πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς
14 καὶ παντὸς ἑρπετοῦ. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ.
15 τούτῳ Σιμμίας ὀχλαγωγὸς ἐχρήσατο. Θείου ἀπύρου,
16 χαλβάνης ἀνὰ 𐅻 δʹ. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων,
17 ἀνὰ 𐅻 βʹ. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν
18 ἐπιτίθει.

14.183


1 Ἄλλη.Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος,
2 εὐζώμου σπέρματος, κάγ  χρυος, ἄγνου καρποῦ,
3 κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας
4 καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον
5 βοηθεῖ.