10Ἀντίδοτος, ἥν φασιν οἱ νεώτεροι Χάρμην,
11Θεραπεύει δὲ διαθέσεις κεχρονισμένας,
12Ἃς οὐδὲν ὠφέλησεν ἕτερα φάρμακα.
13Σμύρνης ἔχει δὲ τῆς καλῆς, ὀποβαλσάμου,
14Ὑποκιστίδος χυλοῦ τε, καὶ λιβάνου καλοῦ,
15Ὀποπάνακος καθαροῦ τε καὶ νέου κρόκου,
16 Τούτων ἑκάστου μίγματος δυοκαίδεκα.
17Κόστου δὲ λευκοῦ, καστορίου τε Ποντικοῦ,
18Τερμινθίνης τε τῆς καθαρᾶς, σχοίνου τ᾿ ἴσον.
14.127
1Πάλιν δ᾿ ἑκάστου μίγματος δὶς δʹ.
2Βότρυός τ᾿ ἀμώμου τέσσαρας, πολίου τ᾿ ἴσας,
3Καὶ κινναμώμου δʹ. πάλιν καλοῦ,
4Δὶς τρεῖς δὲ δαύκου Κρητικοῦ τοῦ σπέρματος.
5Τὸ δ᾿ αὐτὸ δαύκῳ σεσέλεως τοῦ σπέρματος,
6Κασσίας δὲ κιῤῥᾶς τοῦ φλοιοῦ δὶς θʹ.
7Καὶ πετροσελίνου σπέρματος ταύταις ἴσας,
8Μακροῦ πεπέρεως προσφάτου δὶς δώδεκα,
9Τὸ γὰρ παλαιὸν σητοκόπον εὑρίσκεται,
10Λευκοῦ ιʹ. δραχμὰς, χαλβάνης καθαρᾶς ιʹ.
11Ναρδοστάχυος δὲ τῆς καλῆς ἑκκαίδεκα,
12Δὶς δ᾿ εἴκοσιν καὶ εʹ. Κρητικοῦ καλοῦ,
13Καὶ προσφάτου. πρόσβαλλε σκορδίου δραχμὰς,
14Τριπλοῦν δὲ μέλιτος πᾶσι τοῖς ξηροῖς βάρος.
15Σκεύαζε δ᾿ αὐτὸν, ὡς προεῖπον σκευάσαι.
16Ἄλλας τε δυνάμεις καὶ διδοὺς αὕτως πάλιν.
17Ταύτην ἐπώλει Χάρμης Ἀττικῶν δραχμῶν
18Δὶς πεντακοσίων, οὐδ᾿ ὅλην λίτραν διδοὺς,
14.128
1Ἐδόκει δὲ χάριτα διδόναι τοῖς ὠνουμένοις.
2Τῶν δ᾿ ἀξιοπίστων Χάρμιδός τις γνωρίμων
3Ταύτην ἔφασκε τὴν γραφὴν δοκιμωτάτην.
4Νάρδου δὶς ηʹ. στάχυος Ἰνδικῆς δραχμὰς,
5Σμύρνης τε χρηστῆς, καὶ ὀπίου, μηκωνείου,
6Ὑποκιστίδος τε χυλοῦ, καὶ ὀποβαλσάμου,
7Ὀποπάνακός τε τοῦ καθαροῦ καὶ προσφάτου,
8Καὶ καστορίου καὶ λιβάνου πάντων ἴσα,
9Ἀνὰ ιβʹ. δραχμὰς δʹ. δὲ χαλβάνης,
10Τερμινθίνης τε εʹ. πολίου τέσσαρας,
11Κασίας μελαίνης τῆς καλῆς δὶς δʹ.
12Λευκοῦ πεπέρεως βʹ. δραχμὰς, μακροῦ μίαν
13Καὶ βʹ. ὀβολούς. κρόκου δὲ κωρυκίου ιʹ.
14Μίαν δὲ πρὸς ταύταισι καὶ δὶς δʹ.
15Σχοίνου πάνυ λεπτῆς, τοῦ τ᾿ ἀμώμου δʹ.
16βʹ. κινναμώμου, σεσέλεως δραχμὰς δύο,
17Δαύκου δραχμὰς στʹ. σπέρματος τοῦ Κρητικοῦ,
18 Καὶ πετροσελίνου σπέρματος δὶς θʹ.
14.129
1Δὶς δʹ. δὲ σκορδίου κόμης δραχ. ζʹ.
2Βδέλλης ὄνυχός τε τῆς διαυγοῦς, ὡς δραχμὴν,
3Μέλιτός τε λίτρας εʹ. καὶ μικρῷ πλέον.
4Σκεύαζε δ᾿ οὕτω, προδιαλύσας τοὺς ὀποὺς
5Τῷ μέλιτι θερμῷ, τήν τε ῥητίνην καλῶς,
6Τὰ ξηρὰ πάντα παραπλάσσεις σεσησμένα.
7Οὕτω δ᾿ ἑνώσας πάντα, δώσεις Ποντικοῦ
8Καρύου τὸ μέγεθος τοῖς ὀφείλουσιν λαβεῖν.