Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 Κεφ. εʹ.Περὶ τινων ἄλλων ἀντιδότων τῶν ὑπὸ
10 Δαμοκράτους γεγραμμένον.

11Ἐφεκτικὴν δ᾿ ἀντίδοτον εἰ βούλει ποιεῖν,
12Αἵματος ἄνω τε καὶ κάτω πολλοῦ φορᾶς,
13Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν,
14Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου
15Δραχμὰς δὶς ηʹ. καὶ ὀπίου, μηκωνείου,
16Λιβάνου τ᾿ ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον,
17Πάντων ἑκάστου πάλιν δραχμὰς ιστʹ.
18Φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δʹ.
14.130
1Ὑοσκυάμου δὲ σπέρματος τρὶς δʹ.
2Τρὶς βʹ. δραχ. μηκωναρίου τοῦ σπέρματος,
3Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ.
4Ῥοὸς δὲ χυλοῦ Παταρικῆς Συριακῆς
5Τρὶς κεʹ. καὶ ἑτέρας δὶς δώδεκα.
6Σκεύαζε δ᾿ οὕτω, τὸν κρόκον κεκαθαρμένον,
7Ἀπόβρεχε δ᾿ οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ
8Δίδου βʹ. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς
9Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν,
10Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν,
11Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ.
12Χυλὸν δ᾿ ὁμοίως κατ᾿ ἰδίαν τὸν τῆς ῥοὸς
13Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις,
14Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα,
15Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα,
16Ἑφθοῦ τε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ,
17Πάλιν λέανον ὡς γενέσθ᾿ ἓν φάρμακον
18Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον,
14.131
1Καὶ κασσιτερινὸν μετακόμιζ᾿ ἡνωμένον.
2Δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος
3Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος,
4Τριωβόλου τὸ πλῆθος, μικρῷ πλέον
5Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου.
6Οἴνου δ᾿ ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου,
7Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, τῆς κύστεως,
8Δίδου λέον τε φαρμάκου κεκραμένου.
9Ἀπὸ νήστεως τε καταφέρει καὶ κώλου,
10Λεπτῶν τε πάντων ἐντέρων τῆς θ᾿ ὑστέρας,
11Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν.
12Δι᾿ ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις,
13Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου,
14Ἤτοι δ᾿ ἀπὸ μύρτων γλυκέος τοῦ Κρητικοῦ.
15Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον
16Ἀντίδοτον, ἀλλ᾿ ἔχουσαν ὀλίγα μίγματα
17Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
18Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,
14.132
1Καὶ τοὺς καχέκτας, τούς τ᾿ ἀπεπτοῦντας ταχύ.
2Πρὸς πάνθ᾿ ἁπλῶς ἀλγήματα, κύτος
3Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον.
4Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
5Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ.
6Ἔχει δὲ μέλανος πεπέρεως πέντ᾿ οὐγγίας,
7Κροκομάγματος ιεʹ. καὶ ῥόδων ιʹ.
8Σεσησμένα ταῦτα πάντα μέλιτ᾿ ἀναλάμβανε.


9 Ἄλλη ποιοῦσα ταὐτὰ τῇ προγεγραμμένῃ.

10Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας,
11Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα,
12 Ἀναλάμβαν᾿ ἑφθῷ μέλιτι τῷ λίαν καλῷ,
13Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ,
14Μετ᾿ οἰνομέλιτος μελικράτου προσφάτου,
15Ἑψημένου καλῶς τε καὶ πεφρισμένου,
16Τοῖς θηριοδήκτοις, τὰ δηλητήρια
17Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
18Τοῦ βασιλικοῦ μεθ᾿ ἑπτὰ κυάθων κράματος.

14.133


1 Ῥοδίδος σκευή.

2Αὐτὸν δ᾿ ἐπιμελῶς δεῖ σε προδιασκευάσαι
3Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα,
4Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
5τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς
6 Λίτρας, ἀπ᾿ αὐτῶν ὅλμῳ κόπτων συμμέτρως,
7Σχοίνου τε δραχ. κʹ. εὖ κεκομμένης
8Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας,
9Προσέμπασον, καὶ κόπτε πάνθ᾿ ὁμοῦ πάλιν
10Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς,
11Οὕτω θ᾿ ὅσον δεῖ λάμβαν᾿ εἰς τὸ φάρμακον.


12 Κροκομάγματος σκευασία.

13Κροκόμαγμα δ᾿ εἰ βούλοιο καλὸν ἔχειν ἄγαν,
14Σκεύαζ᾿ ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
15Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα
16Δὶς κεʹ. καὶ ῥόδων ξηρῶν ἴσον,
17Ἀμύλου δὲ νʹ. λευκοῦ κόμμεως
18Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,
14.134
1Πρόσβαλλ᾿ ἀθάλασσον οἶνον εὐώδη βραχὺν,
2Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους
3Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.


4 Ἀντίδοτος προγνωστική.

5Προγνωστικὴν δ᾿ ἀντίδοτον οὕτως σκευάσεις,
6Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον,
7Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα.
8Οἱ δ᾿ εὐλαβῶς ἔχοντες ὡς εἰληφότες,
9Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
10Σὺν τῷ μετ᾿ αὐτῆς καταποθέντι φαρμάκῳ.
11δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον,
12Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις,
13Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν.
14Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
15Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν,
16Ἐπέχει τ᾿ ἀλύπως αἷμα φερόμενον πολὺ
17Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.
18Σκεύαζε δ᾿ οὕτω, Λημνίαν· ἔχων καλὴν
14.135
1Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην
2Στήσας ἀπ᾿ αὐτῆς δύ᾿ ὀβολοὺς δραχμὴν μίαν,
3Ἀρκευθίδων τε τῶν λιπαρῶν δραχ. βʹ.
4Λέαιν᾿ ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ
5Ἔλαιον ἱκανῶς πρόσφατόν τε καὶ γλυκὺ,
6Διὰ μελικράτου δ᾿ ὡς καρύου τοῦ Ποντικοῦ
7Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν.
8Ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων,
9Δι᾿ ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.