Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. ιεʹ.Ἀντίδοτοι Δαμοκράτους πρὸς ἑρπετὰ καὶ
2 λυσσοδήκτους.
Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ᾿ εὐμνημόνευτον
3 ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων,
4 ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι
5 μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.

6Νυνὶ δ᾿ ἀποδοῦναι βούλομαι τὰς δυνάμεις,
7Μόνον θεραπεύειν ἰοβόλων δήγματα,
8Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων,
9Πληγάς τε θηρίων, καὶ δήγματα
10Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων.
11Σκεύαζε δ᾿ οὕτως. ἴρεως δὶς δʹ.
12Τῆς Ἰλλυρικῆς. τὸ δ᾿ ἀπὸ ζιγγιβέρεως
13Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου,
14Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ
15Παντὸς τριφύλλου σπέρματος δὶς δʹ.
16Ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου
17Σπέρματος ἀγρίου τε, τὰς ἴσας ἀνὰ δώδεκα,
18Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας.
14.192
1Ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου,
2Καστορίοιό τε Ποντικοῦ πάντων ἴσα.
3Ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος
4Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου
5Δραχμὰς ἑκάστου γʹ. δύο ἐκ πάντων σταθμῶν,
6Ὀρόβου τε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα.
7Ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα,
8Ἀναλάμβαν᾿ οἴνῳ καὶ ποιήσας σφαιρία,
9καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν,
10Τοῦ φαρμάκου κοτύλην τε μὴ κεκραμένην,
11Οἴνου λιπαροῦ, καλοῦ τε καὶ μὴ προσφάτου.
12Ποιεῖ δὲ καὶ δι᾿ ὕδατος ἀνεθὲν ἥμισυ
13Τοῖς πνευματουμένοισι κῶλον, γαστέρα,
14Δίχ᾿ αἰτίας φανερᾶς τε τοῖς πονοῦσί τι.


15 Ἄλλη.

16Σφόδρα ἀγαθὴ δύναμις, καὶ χρωμένους
17Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς
14.193
1Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις
2Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς
3Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους.
4Ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις.
5Μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν,
6Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν
7Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ᾿ αὐτῷ στρογγύλης
8Ἀριστολοχίας, μακρᾶς, δραχμὰς δέκα
9Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα,
10Σμύρνης τε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα.
11Ταῦτ᾿ ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ,
12Μέλιτός τε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ.
13Δίδου τε δραχμῆς πλῆθος, μικρῷ πλέον
14Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα.
15Τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων
16Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ
17Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα.
18Πλῆθος τὸ πᾶν δὶς εʹ. κυάθους, βραχὺ
14.194
1Ἐλαττόνων, βραχύ τε δαψιλέστερον,
2Τά τε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι.


13 Ἄλλη.

4 Πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν
5Μάλιστα δ᾿ ἔχεων φάρμακον δραστήριον.
6Ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην
7Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον.
8Τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα,
9Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν
10Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου
11Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις,
12Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν.
13Ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι,
14Εἰς τὰ βαλανεῖά τ᾿ εἰσιέναι χρόνους τινὰς
15Μένοντας ἐν τούτοισι, καὶ μετ᾿ οὐ πολὺ
16Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν.
17Ἐκ τοῦ γένους τε τῶν πρὸς τοὺς θανασίμους.
14.195


1 Ἄλλη.

2Ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν,
3Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς,
4Φόβους ἀλόγους τε παντὸς ὑγροῦ καὶ ποτοῦ,
5Ὡς κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ,
6Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ᾿ αὐτίκα,
7Ἐν ἀγρυπνίαις τε καὶ παρακοπαῖς συνεχέσι
8Διάγοντες, ἀποθνήσκουσι συντομώτατα.
9Κἂν τῷ παραχρῆμα δ᾿ ἐκφύγωσι τοὺς φόβους,
10Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα
11Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις.
12Πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων
13Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην.
14Οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ,
15Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως.
16Σκεύαζε δ᾿ αὐτὴν, καρκίνους τοὺς ποταμίους
17 Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου,
18Τήρει τε λειῶν ἐπιμελῶς ἐν πυξίδι,
14.196
1Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην
2Ἐν πυξίδι δ᾿ ἑτέρᾳ τῆς δὲ χρείας γενομένης
3Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος,
4Μύστρα δὲ βʹ. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων,
5Τῆς γεντιανῆς δ᾿, ὡς ἔφην, λελεασμένης
6Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ᾿ ἄθρουν
7Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς.
8Πρώτην κατὰ τύχην δ᾿ ὑστερήσας ἡμέραν,
9Ἄλλαις δυσίν τε προσφέρων ἁπλοῦν μέτρον
10Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ,
11Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν
12κᾀν τρισὶν γε τοῖς σφοδρῶς δεδηγμένοις,
13Τῆς γεντιανῆς δ᾿ αὖ μόνοις τρισὶν δοκεῖ
14Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν
15Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν
16Ἐν ζωροτέροις κυάθοις τρισὶν, μικρῷ πλέον.


17 Ἄλλη.

18Καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας
14.197
1Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος.
2Αὐτῷ τε καὶ φίλοις κρίνειν δυναμένοις,
3Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα.
4Λυκίου κρατίστου Παταρικοῦ τριώβολον,
5Τοῦ δ᾿ Ἰνδικοῦ βέλτιστον ἄν σοι παρὸν,
6Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι,
7Νήστεσι δι᾿ ὕδατος, ὥσπερ εἶπον ἀρτίως.
8Λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς
9Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον.
10Καὶ τοῦτο δ᾿ ἱκανῶς παρ᾿ ἐνίοις θαυμάζεται,
11Ἄρκτου χολῆς βʹ. μύστρα καταμίξας δυσὶν
12Ὕδατος κυάθοις, πρόσφερ᾿ ἐπὶ τρεῖς ἡμέρας,
13Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθρον τ᾿ ἄγαν.
14Πρὸς λυσσοδήκτους ἔχε μάλισθ᾿ ὅπου πολὺς
15Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων.
16 Ἔμπλαστρος χρῶμαι πρὸς τὸν τῶν δηγμάτων
17Ἰχῶρ᾿, ἀρέσκει τὶ πέλιόν τ᾿, καὶ μέλαν
18Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας
14.198
1Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν,
2Δι᾿ ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν,
3Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ,
4Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων
5Τῶν ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα,
6Ἀκίδων τε φαύλοις φαρμάκοις βεβλαμμένων,
7Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα,
8Τῆς γῆς μελαίνης κᾀμπελίτιδος δραχμὰς
9Δὶς κέ. καὶ λιθαργύρου καλῆς
10Σταθμὸν τὸν αὐτὸν, ταὐτό τ᾿ ἀσφάλτου βάρος
11Ἴσας τ᾿ ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς
12Τῆς Ἀττικῆς τε προπόλεως δὶς εἴκοσι,
13Ἀριστολοχίας, συμφύτου τ᾿ ἀνὰ τέσσαρας,
14Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας,
15Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου.
16Τὸ δ᾿ αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς.
17Τρεῖς δ᾿ ὀμφακίνης κηκίδος, ἕξ στυπτηρίας,
18Πολίου τε ταὐτὸ, χαλβάνης τ᾿ ὀβολοῦ πλέον,
14.199
1Λιβάνου τ᾿ ἀτμήτου ιβʹ. ὁλκῆς ἥμισυ,
2Χαλκίτεως ὀπτῆς τε τέσσαρας δραχμὰς,
3Κενταυρίου λεπτοῦ τε δραχμὰς τρὶς βʹ.
4Δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου.
5Σκεύαζε δ᾿ αὐτὴν ἐπιμελῶς αὐτὸς παρών.
6Καὶ γὰρ σφόδρ᾿ εἰ καὶ κατακαίεται ταχὺ,
7Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν,
8Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε,
9Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ,
10Ὅταν δ᾿ ἴδῃς ῥυπῶδες, ἔμπασον τότε
11Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ᾿ ἔχων
12Χύτραν τε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην,
13Πρόπολίν τε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα
14Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου,
15Καὶ συζέσας ἐπ᾿ ὀλίγον, ὅταν ἴδῃς ὅτι
16Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε
17Τὰς πόας τε καὶ τὰ λοιπὰ ῥιζία,
18Ἄρας τε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
14.200
1Ψῦξον, διακινῶν ἐπ᾿ ὀλίγον τὸ φάρμακον,
2Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις,
3Ἀπόθου, φυλάττων δέρματ᾿ ἐσκεπασμένην,
4Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων,
5Τὰ τραύματ᾿ ἔγνω ταὐτὰ ποιεῖν ἑρπετοῖς
6Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασι.
7Διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος,
8Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην
9Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ
10Συκίας τ᾿ ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι,
11Τοῖς δριμέσιν τε φαρμάκοις καὶ καυστικοῖς,
12Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ,
13Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι
14Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα
15Ποιεῖν ὅσα καύσοις σμιλίῳ τε γίγνεται.
16Χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι
17Τοῖς ἐχιοδήκτοις, ἅς ἐκέλευσα προσφέρειν,
18Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου,
19Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν
14.201
1Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ᾿, ὡς εἴπομεν
2Ποεῖν ἐπ᾿ ἐκείνων ταῦτα, καὶ τοῖς δ᾿ ἁρμόττει
3Ὀπόν τε Κυρηναῖον αὐτοῖς προσφέρειν.
4Οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν
5Ὀβολοῦ τὸ πλῆθος μεθ᾿ ὕδατος κυάθων δυοῖν,
6Τῆς γεντιανῆς δ᾿ ὅσον ἄγει τριώβολον,
7Χυλὸς δ᾿ ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ.