Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 Κεφ. γʹ.Περὶ τριῶν ἀντιδότων ἀξιολόγων, δυοῖν
10 πρὸς τὴν φθίσιν καὶ μιᾶς πρὸς τὰ δηλητήρια.
Μεμνημένου
11 δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων,
12 ἄμεινον ἔδοξέ μοι κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ
13 γεγραμμένας ὑπ᾿ αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηριακὴν
14 ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ
15 δεδήλωκα· νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας
16 παραθήσομαι.

17Ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους
18Τοὺς θ᾿ αἷμ᾿ ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα,
14.120
1Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα,
2Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς,
3Καὶ πρὸς προεῖπον πάντα. τοῖς τρυφερωτέροις
4Μᾶλλον προσηνὴς, ἀλλ᾿ ἔλαττον δραστική.
5Ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως
6Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ,
7Πλευροῖς τε καὶ θώρακι δυσχρηστούμενον.
8 Ἔχει δὲ ψυλλίου τε καὶ κασίας κιῤῥᾶς,
9Ναρδοστάχυός τε, καὶ καθαρᾶς τῆς Κελτικῆς,
10Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου,
11Ἀνὰ ιβʹ. δραχμὰς, καὶ ὀποβαλσάμου δέκα,
12Στακτῆς Ἀραβικῆς παχυτάτης ιστʹ.
13Σχοίνου τε λεπτῆς, Λημνίας τε τῆς καλῆς,
14Ῥᾶ Ποντικοῦ τε, πηγάνου τε σπέρματος,
15Τὸ δ᾿ ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ,
16Καλοῦ τ᾿ ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον,
17Λευκοῦ τε πεπέρεως, βουνιάδος τοῦ σπέρματος.
18Ἔστω δ᾿ ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου,
14.121
1Τούτων ἀνὰ δραχμὰς δʹ. λιβάνου τε γʹ.
2Ἴσον τε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν
3Δίκταμνον, ἱκανῶς ξηρὸν ἀλλὰ πρόσφατον.
4Ταὐτό τε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος.
5Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
6Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν,
7Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς.
8Ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν.
9Σκεύαζε δ᾿ οὕτω, τὴν καλὴν στακτὴν βαλὼν
10Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων
11Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέ τε
12 Ἐπ᾿ ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε
13Μιγνὺς, δίϋγρον τοῦτο δ᾿ ἐστὶ χρήσιμον,
14Παρεμπάσσων τε τὰ ξηρὰ πάντα μίγματα,
15Ἄφες δ᾿ ὀλίγον συμπιεῖν τὸ φάρμακον,
16Τό, τε μέλι ζέσας, δὶς τρὶς αὐτῶν καταχέαι,
17Ἑνῶν τε τὴν ἀντίδοτον ἀποθήσεις τότε,
18Εἰς πυξίδ᾿ οἵαν εἶπον ἔμπροσθεν βραχὺ,
14.122
1Διδοὺς ὁμοίως κᾀπὶ τῶν αὐτῶν παθῶν.
2Ἄλλη σφόδρα καλὴ πρὸς εἶπον πάνθ᾿ ἁπλῶς.
3Φασὶν δ᾿ ἀμείνω τήνδε πρὸς τὰ πνεύματα
4Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν,
5Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ,
6Τῶν ἐντέρων, κώλου τε, καὶ τῆς γαστέρος.
7Ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν.
8Τοῖς θηριοδήκτοις δ᾿ ἐστὶ συμφορωτάτη.
9Σκεύαζε δ᾿ αὐτὴν, ταῦτ᾿ ἔχων τὰ μίγματα.
10Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ,
11Ἀκόρου τε καὶ φοῦ καστορίου τε καὶ ἀσάρου,
12Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως,
13Χυλοῦ τ᾿ ἀκακίας, τῆς ἀρίστης ἴρεως,
14Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ,
15Τούτων ἑκάστου βʹ. δραχμὰς ῥεπέστερον,
16Ὀποβαλσάμου τε τοῦ διαυγοῦς γʹ. δραχμὰς,
17Ὀποβαλσάμῳ δὲ ταὐτὸ ψυλλίου βάρος,
18Λευκοῦ τε πεπέρεως, πετροσελίνου, Κελτικῆς
14.123
1Στάχυός τε νάρδου, μαλαβάθρου φύλλου νέου
2Αἰθιοπικοῦ τε, καὶ κυμίνου σπέρματος,
3Ἀθαμαντικοῦ μήου τε, κἀμώμου καλοῦ,
4Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου,
5Στήσας ἑκάστου δραχμὰς δʹ. σταθμῷ,
6Στύρακος σταγόνας δὲ εʹ. καὶ τριώβολον.
7Κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως,
8Κασίας μελαίνης εʹ. ἑκάστου βʹ. ὀβολοὺς,
9Σχοίνου τε, πολίου ἀνὰ εʹ. τριώβολον,
10Καὶ Κρητικοῦ δὲ ταὐτὸ, δικτάμνου πόας
11Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν.
12Μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας
13Σμύρνης, γλυκυῤῥίζης, χαλβάνης, τερμινθίνης,
14Ξηροῦ τε νήσσης αἵματος, τοῦ προσφάτου,
15Ὀποπάνακός τε καὶ μαράθρου τοῦ σπέρματος,
16Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος
17Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦ τ᾿ ἴσα,
18Τοῦ Κρητικοῦ δαύκου τε καθαροῦ σπέρματος,
14.124
1Ἀνισαρίου τε σπέρματος, σκίγκου τ᾿ ἴσον,
2Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν,
3Καὶ ζιγγιβέρεως τε τοῦ ξηροῦ καλῶς,
4Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας,
5Μέλιτός τε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν,
6Οἴνου τε Χίου τοῦ καλοῦ τὸ σύμμετρον.
7τοῦ Φαλερίνου ταὐτὸ τοῦ κεχρονισμένου.
8Σκεύαζε δ᾿ αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν,
9Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ,
10Διδόναι θ᾿ ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην.
11Ἄλλη δι᾿ αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες
12Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια.
13Ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο,
14Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς,
15Τὸ δ᾿ αὐτὸ νήσσης, καὶ ἐρίφου γʹ. τὰς ἴσας.
16Νήσσης δ᾿ ἄμεινον αἷμα θηλείας δοκεῖ,
17Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ιʹ.
18Ναρδοστάχυός τε τὰς ἴσας σμύρνης δραχμὰς,
14.125
1Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς.
2Ῥόδων δὲ φύλλων ξηροτάτων δὶς τέσσαρας,
3Σχοίνου, λιβάνου, κόστου, μία ἑκάστου δραχμὴ,
4Καὶ τρεῖς ἀμώμου, πεπέρεως λευκοῦ τὰς ἴσας,
5Καὶ τοῦ μακροῦ δὲ πεπέρεως μίαν ἥμισυ,
6Κρόκου δὲ δώδεκα καὶ κασίας δὶς δʹ.
7Ῥίζης τριφύλλου εʹ. πολίου τὰς ἴσας,
8Ὀποβαλσάμου τρεῖς, πετροσελίνου δʹ.
9 Ἀρκευθίδων τῶν λιπαρῶν, καὶ ἀκόρου δύο,
10Ῥᾶ Ποντικοῦ, μήου τε, δικτάμνου δύο,
11Τουτέστι ἀνὰ δύο, φοῦ τε τὰς αὐτὰς βʹ.
12Ἀμμωνιακοῦ τε ὡσαύτως θυμιάματος,
13Μαράθρου δραχμὰς βʹ. ἀγαρικοῦ δύο ἥμισυ,
14Τρεῖς τοῦ πετραίου πηγάνου, δαύκου βʹ.
15Ἀνισαρίου τε καὶ ἀσάρου μίαν ἥμισυ,
16Ἴσον δὲ τούτοις, τούτοις πάλιν
17Ἴσον κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος,
18Καὶ γʹ. δραχμὰς βουνιάδος ἀγρίας σπέρματος,
14.126
1Τούτοις προσαπόδος εʹ. σκορδίου δραχμὰς,
2Τὸ Κρητικὸν δ᾿ ἄμεινον ὡς προείπομεν,
3Μέλιτος ἅπασι τοῦ καλοῦ διπλοῦν σταθμόν.
4Ἅπαντα λεπτὰ λεῖα τὰ προειρημένα,
5Ἑφθῷ τε τῷ μέλιτι δεύσας ἀποτίθου.