Περὶ τῶν ἐν τῷ ποδί.
15
Οὐχ ὥσπερ ἐν ἄκρᾳ τῇ χειρὶ δύο γένη μυῶν ἐστι μόνον
16
κατὰ τὸ ἔνδον αὐτῆς ἑκάτερον κείμενον, οὕτως ἔχει κἀπὶ 18b.1024
1
τοῦ ποδός. ἀλλ’ οἱ μὲν ὅλους τοὺς δακτύλους τὴν λοξὴν
2
κίνησιν κινοῦντες ἑπτὰ τὸν ἀριθμὸν ὄντες ὁμοίαν ἔχουσι
3
θέσιν, ἀνάλογον δὲ καὶ οἱ τὸ πρῶτον ἄρθρον ἑκάστου δακτύλου.
4
δύο δὲ ἄλλα πρὸς τούτοις ἐστὶ γένη μυῶν ἐν ποσί·
5
τὸ μὲν ἑτέρῳ ἄνωθεν ἐπικείμενον τῷ ταρσῷ, τὸ δ’ ἕτερον
6
ὑποβεβλημένον ὁμοίως κάτωθεν. οἱ μὲν οὖν ἄνωθεν τοὺς
7
δακτύλους κινοῦσι λοξὴν κίνησιν, ὁποίαν τοὺς ἐν ταῖς χερσὶν
8
ἐκείνων, οἱ ἐκ τοῦ πήχεως καθήκοντες, οἱ κάτωθεν δὲ τὸ
9
δεύτερον ἄρθρον ἑκάστου τῶν δακτύλων κάμπτουσι.