Περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μυῶν.
10
Οἱ μὲν περὶ τὴν βάσιν μύες, εἴτε ἕνα τις αὐτὸν φήσειεν
11
εἶναι ἤτοι διπλοῦν ἢ τριπλοῦν εἴτε δύο ἢ καὶ τρεῖς
12
συμφυεῖς, εἰς τὸ στηρίζειν τὸν ὀφθαλμόν εἰσι χρήσιμοι.
13
ἐπειδὰν μάλιστα κατ’ εὐθὺ βλέπειν ἀκριβῶς τι μικρὸν σῶμα 18b.933
1
δεηθῶμεν. οἱ δὲ ἄλλοι πάντες οἱ κινοῦντες αὐτὸν ἓξ τὸν
2
ἀριθμὸν ὑπάρχουσιν. εὐθειῶν μὲν κινήσεων οἱ τέσσαρες
3
ἐξηγούμενοι, δύο δὲ οἱ λοιποὶ περιστρέφοντες ὅλον τὸν
4
ὀφθαλμόν. ἀλλ’ οὗτοι μὲν ἀπὸ τῶν κατὰ τὸν μέγαν κανθὸν
5
ὁρμώμενοι χωρίων ἐπὶ τὸν μικρὸν ἀφικνοῦνται. τῶν
6
δὲ ἄλλων τῶν τεσσάρων μυῶν ὁ μὲν ἀνατείνειν αὐτὸν, ὁ
7
δὲ καθέλκειν, ὁ δὲ τῇ ῥινὶ προσάγειν, ὁ δὲ ἐκτὸς ἐπισπᾶσθαι·
8
πέφυκεν ὡς ἐπὶ τὸν μικρὸν κανθόν. ὅσοι δὲ ὥσπερ
9
καὶ Λύκος οὐχ ἓξ, ἀλλὰ πέντε νομίζουσιν εἶναι τοὺς μῦς,
10
τοὺς δὲ ἁμαρτάνουσιν οὐ περὶ τὸν ἀριθμὸν αὐτῶν μόνον,
11
ἀλλὰ καὶ τὴν τῶν ἐνεργειῶν γνῶσιν.