ΓΑΛΝΟΥ ΕΙ ΖΩΟΝ ΤΟ ΚΑΤΑ
ΓΑΣΤΡΟΣ.
1
Κεφ. αʹ. Ὅπερ φυσικοῖς καὶ πᾶσι φιλοσόφοις
2
παρέχει μέχρι τῆς τήμερον περὶ τῆς τοῦ παντὸς
3
φύσεως ζήτησιν, τοῦτο τοῖς Ἀσκληπιάδου καὶ τοῖς τούτων
4
ἐγγόνοις ἡ τοῦ γινομένου καὶ συνισταμένου βρέφους ἐν μήτρᾳ
5
ἀμφίβολος ἔννοια. ὡς γὰρ οἱ τοῦ ὅλου ἔρευναν ποιούμενοι
6
οὐδὲν σαφῶς ὡρίσαντο πότερον ζῶον ἢ μὴ, τὸν αὐτὸν
7
τρόπον καὶ οἱ τῆς τέχνης τῆς ἰατρικῆς προϊστάμενοι
8
ἀόριστον τὸν ὑπὲρ τοῦ φυομένου παιδίου παρέδοσαν λόγον. 19.159
1
ὡς οὖν δυσκόλου καὶ δυσκαταλήπτου καὶ μήπω στάσιν εἰληφότος
2
πράγματος, τῶν εἰς αὐτὸ ῥηθέντων ποιήσασθαι
3
χρὴ κοινὴν ἀκρόασιν. ὅ τε γὰρ λέγων ἐγὼ, ὑμεῖς τε οἱ
4
κριταὶ φύσεως ἀνθρωπίνης κατὰ τὸν Σωκράτην λελόγχαμεν,
5
διόπερ μᾶλλον ἀγαπᾶν χρὴ τὰ λεγόμενα ἢ παρὰ τοῦ προσήκοντος
6
ἐπιζητεῖν. τὰ γὰρ ὑπεράνω τοῦ προκειμένου καὶ
7
πρῶτος θεὸς οἶδε καὶ ὁ τούτου συνοπαδὸς καὶ ἀνδρῶν, ὅς
8
ἂν ἐκείνῳ φίλος ᾖ κατὰ Πλάτωνα. ἔστω δὴ φιλία τε ἅμα
9
καὶ μὴ φθόνος ἢ ὕβρις ὑπὸ τῶν τὰ τοιαῦτα πειρωμένων,
10
οἵτω γὰρ ἂν ἡμεῖς τε φιλικώτερον προΐοιμεν εἰς τὰ τοιαῦτα
11
χωρία, ὑμεῖς δ’ ἕξετε τὴν διὰ παντὸς εἰς πάντα αἰώνιον
12
εὔνοιαν καὶ τὴν πρὸς τὸ ὁμόφυλον ἀνεπίφθονον ἀρετήν.
13
ἀλλὰ γὰρ ὥσπερ περὶ σμικροῦ κόσμου τοῦ ἀνθρώπου μέλλοντες
14
λέγειν, τὴν ἀρχὴν ἀπὸ τοῦ μεγάλου ποιησόμεθα,
15
οὗπερ οἶον δάνεισμα καὶ μόρια ὑπάρχομεν. προκατασκευασθείσης
16
δὲ παρ’ ἡμῖν τῆς περὶ τούτου φύσεως, εὐδηλοτέρα
17
ἡ ἀνθρωπεία γενήσεται σύστασις. περὶ αὐτοῦ
18
δὴ πρότερον τοῦ, ὅ τι ποτ’ ἐστὶν ὁ κόσμος ὁρισόμεθα. 19.160
1
συστήσεται γὰρ ῥᾷστα ἡ οὐσία τοῦ ὅλου ὅρου τὸ
2
πᾶν σημάναντος. πρὸ δὲ τῆς ὑπάρξεως αὐτοῦ τί ἐστι ζῶον
3
εἴπωμεν, ἵνα τοῦ ὅρου τοῦ προκειμένου ἐπαγγειλαμένου φανῇ
4
τὰ τῆς φύσεως τοῦ παντὸς σπέρματος. ζῶον τοίνυν ἐστὶν
5
οὐσία ἔμψυχος αἰσθητικὴ τῶ γένει πάντων τῶν ὑπ’ αὐτοῦ
6
κατηγορουμένων. μέχρι μὲν οὖν ἁπλῶς τοιοῦτον λέγηται
7
ἂν, πάντα περιλαβὼν ἐν ἑαυτῷ ἔχει. ἐπειδὰν δὲ τὸ εἰδοποιοῦν
8
ἑκάστῳ προστεθῇ, τὸ διαφέρον ἐδείχθη γένος εἰς
9
εἴδη μεριζόμενον. εἴδωμεν οὖν εἰ ζῶόν ἐστιν ὁ κόσμος καὶ
10
εἴ γε τὴν ἀρχὴν ἐγένετο, εἶτ’ αὖ πάλιν τὴν ὁλόκληρον ἐπεῖχε
11
φύσιν. κόσμος τοίνυν ἐστὶν σύστημα ἐξ οὐρανοῦ καὶ γῆς
12
καὶ τῶν μεταξὺ φύσεων καὶ ὕδατος καὶ ἀέρος καὶ τὸ διῆκον
13
ἔχον διὰ πάντων αὐτῶν ἀρχηγὸν καὶ πρωτόγονον πνεῦμα
14
ὅπερ καλοῦσι παῖδες φιλοσόφων ἢ ψυχὴν ἢ μονάδα ἢ ἄτομον
15
ἢ πῦρ ἢ ὁμωνύμως τῷ γένει πνεῦμα τὸ πρῶτον. ταῦτα
16
δὲ ἦν μὲν καὶ πρὸ τούτων ταύτην ἔχειν τὴν ἐπωνυμίαν,
17
ἀλλὰ τότε μὲν ἄκριτα ἦν ἀδιάλλακτα καὶ ὥς φασί τινες 19.161
1
ὕλην εἶχε τοὔνομα, κόσμον δὲ νῦν διὰ τὸ ποιεῖν εὐμελῶς
2
καὶ εὐτάκτως καὶ ὡς ἂν ἐν ῥυθμῷ καὶ κόσμῳ ποιεῖσθαι τὴν
3
κίνησιν. ἀκινήτοις γὰρ ἡγήσομαι εἶναι καὶ λίθοις παραπλησίους
4
τοὺς ἀκίνητον τοῦτο λέγοντας τὸ πᾶν. ἐξ ὅλων
5
μὲν οὖν ὁ κόσμος ὅλος ἥρμοσται καὶ ἐκ τελείων τέλειος
6
καὶ ἐξ αὐτοτελῶν ἀνενδεής· καὶ ἦν καὶ ἔσται κινούμενον
7
ζῶον. ἀλλὰ τότε μὲν ἐσπαρμένην καὶ τὴν τοῦ πάντος
8
ἔχουσαν λόγου δύναμιν ἐκέκτητο, διακριθεὶς δὲ καὶ τοῦ
9
σκότους προελθὼν τὴν οἰκείαν τῶν σπερμάτων ἀρετὴν ἔδειξεν,
10
ἔνθα μὲν γῆ φαινόμενος, ἔνθα δ’ ὕδωρ. ὅπου δὲ πῦρ
11
σὺν ἀέρι ἐκτεινόμενος πανταχοῦ τῷ τῆς αὐξήσεως τρόπῳ
12
τῇ τῶν στοιχείων φύσει φωτίζων τὸ ὅλον, οἷον ὀφθαλμοῖς
13
ἡλίῳ καὶ σελήνῃ καὶ τῇ τούτων διαυγείᾳ καὶ λαμπρᾷ στιλπνότητι,
14
κινήσει πάσῃ ὁδηγὸς γενόμενος. συνεκκέκραται
15
γὰρ αὐτῷ καὶ οὕτως ἐξ ἀρχῆς ἐπιγινομένῳ καὶ τὴν πρώτην
16
συνισταμένῳ φύσιν. ζῶόν τε γὰρ πρῶτον καὶ ἔμπνουν τε
17
καὶ ἔννουν ὅδε ὁ κόσμος καὶ τότε ἦν καὶ νῦν φαίνεται.
18
ὥσπερ οὖν οὐκ ἄν τις τολμήσας εἴποι μὴ ζῶον αὐτὸν ἡνίκα 19.162
1
ἐκυίσκετο, ἀπεδείξαμεν γὰρ ὡς ἒξ ὅλων ὅλος καὶ ὡς ἐκ τελείων
2
τέλειος. πῶς γάρ ἀν ὁλοτελῆ παρείχετο μὴ ὢν ὅλως,
3
οὕτω καὶ τὸ κατὰ γαστρὸς μὴ ζῶον εἴποι τις ἀν, ὅνπερ
4
τρόπον ὁ χαλκοῦργος ἢ ὁ σιδηρεὺς ἢ ὁ ἀνδριαντουργὸς ἢ ὁ
5
ναυπηγὸς ἢ τις τῶν ὁμοίων οὐκ ἂν λέγοιτο τέλειόν τι τῶν
6
ἐξ αὐτοῦ καὶ ὁλόκληρον παρεσχηκέναι ἐλλείποντός τινος ἢ
7
τῷ ἀνδριάντι χειρὸς ἢ ποδὸς ἢ τῇ μαχαίρᾳ τῆς ἀκμῆς ἢ
8
τῷ σκάφει τοῦ πηδαλίου· τὸ δ ἀνελλιπὲς καὶ τοῖς ἅπασιν
9
ἀπηρτισμένον, ἡνίκα λείπει μηδὲν, τέλειόν έστιν, κατὰ τὸν
10
αὐτὸν τρόπον καὶ ὁ κόσμος καὶ τὸ κατὰ γαστρὸς οὐκ ἄν
11
ποτε τὸν τέλειον ἔπασχε λόγον, εἰ μή τότε ὅτε πρῶτον τὸ
12
εἶναι μεταλαμβάνων τὴν τοῦ παντὸς ἀνεδέξατο οὐσίαν.