Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. An animal sit quod est in utero (An animal sit quod est in utero)
urn:cts:greekLit:tlg0530.tlg002
Εἰ ζῷον τὸ κατὰ γαστρός
Whether What Is in the Womb is an Animal (An. Ut.)
editio(nes) critica(e): Wagner, 1914
translatio Latina: An animal sit quod est in utero, 1830, vol. 19, pp. 158-181. urn:cts:greekLit:tlg0530.tlg002.verbatim-lat1
translationes recentiores Colucci, 1971 (ita)


1 Κεφ. δʹ.μὲν οὖν τῆς φύσεως ἔργα ἱκανῶς ἡμῖν
2 ἐδείχθη λογοποιοῦντι τὰ κατὰ γαστρός· ὡς δὲ καὶ ψυχῆς
3 μετέχει καὶ λογισμοῦ διὰ τῶν ἑξῆς πειράσομαι δεῖξαι. τῶν
4 γὰρ αἰσθητηρίων ὑπὸ τῆς φύσεως μηχανωμένων εἰς τὸ διαπορθμεύειν
5 τὰς ψυχικὰς δυνάμεις, δι’ ὀφθαλμῶν μὲν τὴν
6 ὁρατικὴν, δι’ ὤτων δὲ τὴν ἀκουστικήν· γευστικὴν δὲ καὶ
7 ὀσφρητικὴν διὰ γλώττης καὶ ῥινός· καὶ τὴν ἀφὴν δὲ διὰ
8 τῶν χειρῶν καὶ τῆς λοιπῆς τοῦ σώματος ἐπαφῆς, φανερὸν
9 ὅτι κενὸς οὐ λείπεται τόπος, ἀλλ’ ἕξει τὰ προειρημένα χωρία
10 καὶ κατὰ γαστρὸς ὄντος τοῦ βρέφους, τὴν τῆς ψυχῆς
11 οὐσίας καὶ τὸν ἐγκέφαλον δὲ ὄντα ταύτης οἰκητήριον ἐξ
12 ἀρχῆς ἔτι συνιστάμενον ἐν αὐτῷ τὸ κύτει τῆς κεφαλῆς
13 ἐγγινόμενον ἔχει. δῆλον οὖν κἀν τούτῳ ὡς ἅμα τῇ τοῦ
14 σπέρματος εἰς τὴν μήτραν ἐξακοντίσει συγκατέσπειρεν
15 τῶν ὅλων δημιουργὸς καὶ τὴν ψυχὴν, ἴνα τῷ σώματι καὶ
16 τὴν διοικοῦσαν αὐτῷ δύναμιν ἔχῃ.  γὰρ οὐκ ἴσμεν
17 τοὺς ἔξωθεν δημιουργοῦντάς τινων ὀργάνων κατασκευὴν
18 ποιουμένους πρός τινων ἐνεργειῶν πράξεις; τρόπιν μὲν τὸν 19.169
1 ναυπηγὸν ὑποβάραθρον τῆς νεὼς ἕνεκα γενομένην. χαράκωμα
2 δὲ τῶν κυμάτων καὶ τεῖχος ἀσφαλὲς καὶ ἔρκος τῶν
3 ὑφάλων πετρῶν. κοιλαίνοντα δὲ μακραῖς σύριγξι τὸν αὐλοποιὸν
4 τὴν ὕλην τοῦ χαλκοῦ πρὸς ὑποδοχὴν τῶν ἐνιεμένων
5 πνευμάτων. τὸν δὲ μουσικὸν ἐκτείνοντα τὰς χορδὰς πρὸς
6 φθόγγων μελῳδίαν. καὶ τὸν ἑτοιμάζοντα ἤγουν παιωνικὰ
7 φάρμακα πρὸς ἄμυναν τῶν παθῶν. καὶ τὸν στρατηγὸν
8 πρὸς τῆς παρατάξεως τακτικὰ προδιδάσκοντα πρὸς ὑπομονὴν
9 τῶν πολεμίων. ὥσπερ οὖν οἱ τὰ τοιαῦτα μηχανώμενοι
10 τινὸς ἕνεκα τὴν παρασκευὴν ἐργάζονται, οὕτω καὶ φύσις
11 διαπλάττει τῶν ἐν ἡμῖν ἕκαστον ὡς ἐσόμενόν τινος ὄργανον.
12 οὕτως τε καὶ τῶν νεύρων φύσις οὖσα ψυχῆς οἰκητήριον
13 ἐξ ἀρχῆς ἅμα τῷ πνεύματι συμβλαστάνουσα δηλοῖ τὴν ψυχὴν
14 ἅμα τῷ σώματι συνισταμένῳ συνίστασθαι. καὶ γὰρ εἰ
15 μήπω ὀφθαλμὸς ὁρᾷ, γλῶττα δὲ γεύεται, οὖς δὲ φωνῶν
16 ἀντιλαμβάνεται· καὶ θερμῶν ψυχρῶν ὑγρῶν ξηρῶν
17 ἀναίσθητος ἁφὴ γίνεται κατ’ ἐνέργειαν, ἀλλ’ οὖν γε ὑπόκειται
18 φωλεύειν καὶ δύναται ταῦτα μετ’ ὀλίγον τεχθέντος 19.170
1 τοῦ βρέφους ἐργάζεσθαι. τολμήσας δ’ ἂν εἴποιμι τὴν ἡσυχίαν
2 ἐνέργειαν. τὸ γὰρ ἔτι ἐν μήτρᾳ ὄντος τοῦ παιδίου
3 μύειν τοῖς βλεφάροις καὶ τῇ ῥινὶ συνεστάλθαι καὶ τοῖς ὠσὶν
4 ἀνηκουστεῖν ἔργον ἐστὶ προσταττούσης ψυχῆς. τὴν γλῶτταν
5 δὲ οὐκ ἄν τις φήσῃ μὴ γεύεσθαι ἐπὶ τῶν κυουμένων,
6 ἔτι καὶ τῆς ποιότητος ἀντιλαμβάνεσθαι, φανεροῦ τοῦ πράγματος
7 γενομένου διά τι πάθος. πολλάκις γὰρ ἴσμεν ἐναποθνήσκοντα
8 ἐν ταῖς μήτραις παιδία φαυλότητι τῶν προσφερομένων
9 διὰ στόματος τὴν τροφὴν ἀποστραφέντα καὶ
10 ἀπαγορεύσαντα, ἐπειπούσης διὰ τῆς ἐν τῆ γλώττῃ γευστικῆς
11 δυνάμεως τῆς φύσεως πρὸς τὴν τοῦ παιδὸς διαμονήν.
12 καὶ τὸ ἀναπνεῖν δὲ ὂν ἔργον τῆς ψυχῆς παρεχόμενα τὰ ἔμβρυα.
13 ἀναπνεῖ γὰρ διὰ στόματος ὡς καὶ μικρὸν πρόσθεν
14 εἴπομεν. δῆλον ἐκ τοῦ συμπαρεῖναι καὶ τῷ σπέρματι καὶ
15 τὴν ψυχὴν ἅμα τῇ φύσει. ψυχικὸν γὰρ ἐνέργημα καὶ οὐ
16 φυσικὸν ἰατρῶν παῖδες οἱ πλεῖστοι τὴν ἀναπνοὴν ὡρίσαντο.
17 παιδαριῶδες γὰρ οἴεσθαι παραγραφὴν εἶναι τοῦ μὴ ψυχῆς
18 ἔργον ὑπάρχειν αὐτὴν τῷ φάναι τὸν καθεύδοντα ἀναπνεῖν 19.171
1 ἀπροαιρέτως οὔσης τῆς ἀναπνευστικῆς καὶ προαιρετικῆς.
2 ὥσπερ γὰρ ἐγρηγορότος τοῦ ζώου τῷ πάσας ὑπάρχειν τὰς
3 ἐνεργείας ψυχὴ, ὁρᾶται γὰρ καὶ ἀκούει καὶ διὰ τῶν λοιπῶν
4 αἰσθητηρίων ἐπιτελεῖ, κινεῖται δὲ καὶ τούτων δι’ αἰσθήσεως
5 ἀντιλαμβάνεται καὶ πᾶσαν ὑφίσταται πραγματείαν
6 τείνασα ἑαυτὴν ἀκτινοειδῶς καὶ παρασπείρασα τοῖς ὀργάνοις,
7 δι’ ὧν τὰ χρειώδη συντελεῖ, τὸν αὐτὸν τρόπον καὶ νύκτωρ
8 συσταλεῖσα καὶ σωρευθεῖσα μήτε ὑπὸ τῶν ὁρατῶν ἐνοχλουμένη
9 μήτε ὑπὸ τῶν ἀκουστῶν διακρινομένη μήθ’ ὑπὸ τῶν
10 ὀσφραντῶν ἀνατρεπομένη μήτε ὑπὸ τῶν ἁφῇ προσπιπτόντων
11 ἀλλοιουμένη μήτε δρόμοις περιπάτοις ἄλλοις γυμνασίοις
12 διαπονουμένη μηδὲ ἐν αὐτοῖς γινομένη τὴν κατὰ
13 ἀναπνοὴν ἐνέργειαν ἀπεργάζεται. τὴν μὲν φύσιν ἑκοῦσαν
14 καὶ οὐ παθοῦσαν τὰ δέοντα ποιεῖν πεπιστεύκαμεν, ψυχὴν
15 δὲ τῆς θειοτέρας μοίρας λαχοῦσαν οὐ παρακολουθεῖ τοῖς
16 ἰδίοις ἐνεργήμασιν. θνητὸν καὶ γεῶδες φύσις καὶ διανοίας
17 ἐκτός ἐστιν, οὔτε λογισμὸν ἔχει, τήν τε θνητὴν μόνην οἶδε
18 περίοδον, τήν τε φθαρτὴν πρᾶξιν εἴληφεν. ψυχὴ δὲ ἀπόῤῥοια 19.172
1 μὲν τῆς πάσης ψυχῆς καὶ τῆς οὐρανίου χορείας ἐπιστήμης
2 ἀντιλαμβάνεται, ἀεὶ δὲ ἐπὶ τὴν πρὸς τὸ ὅμοιον
3 ἐπιγενομένην ὁδὸν ὑπερβαίνει μὲν γῆν, τὴν ἐν ὕδατι πλάνην
4 ἀποστρέφεται, καὶ ὑπεραναβαίνει τὸν ἀέρα, καὶ πυρὸς
5 ἀνωτέρα γίνεται. καὶ τῆς οὐρανίου θεότητος τυγχάνει. καὶ
6 τὸν ὑπερουράνιον πολλάκις βλέπει τόπον, συμπαραστατεῖ τῷ
7 τῶν ὅλων δεσπότῃ περίοδος τῶν ἄνω γίνεται.  πολλάκις
8 τοῖς αὐτοῖς ὁμοιοειδέσι τυγχάνει, οἶδε κἂν ἐν σώματι
9 γίνηται πόθεν ἐστὶ καὶ ὅθεν. καὶ ὅτι σύνεστι τοῖς ὅλοις
10 τῶν πάντων πατὴρ τούτοις τοῖς ὄμμασιν, ἐν οἶς ἂν καθιδρύσηται
11 αὐτὴν χρωμένη. μὴ τοίνυν ἀγνοούσης φασκέτωσαν
12 τῆς ψυχῆς γίγνεσθαι τὴν ἀναπνοὴν ὕπνῳ σχολάζοντος τοῦ
13 σώματος. ἱκανώτερον γὰρ πρὸς πάντα φύσεως ψυχὴ, καὶ
14 δυνατωτέρα . καὶ μὴν φύσιν ὁμοίως τὴν ἐγρηγορότων καὶ
15 καθευδόντων ἐνεργεῖν δύνασθαι. πέττει γὰρ καὶ ἀναδίδωσι·
16 καὶ διακρίνει καὶ προστίθησι καὶ αὐξάνει ἐν ἑκατέρῳ χρόνῳ.
17 ψυχὴν δὲ μόνην ἐγρηγορότων πράττειν προσῆκε τῷ σώματι.
18 κοιμωμένων δὲ τὰ ὁμοῖα μὴ δύνασθαι . ἄτοπον 19.173
1 δὲ καὶ τὸ ἱκανῶς δεδειγμένου τοῦ ζώου εἶναι τὸ κατὰ γαστρὸς
2 μὴ καὶ ἀπὸ τῶν ἔξωθεν πιστώσασθαι τὰ προειρημένα.
3 μύας τε καὶ σκώληκας οἶον ἐν μήτρᾳ τῇ ὕλη ὁρῶντες
4 γινόμενα ὀνομάζομεν ζῶα ἀποβλέποντες ἰλυσπώμενα,
5 κἀκεῖνα δὲ, οἶμαι, τῆς προνοούσης αὐτῶν δυνάμεως ἐπιστατούσης.
6 ἀμφισβητοῦμεν δὲ αὐτὴν περὶ τῶν  ἐν μήτρᾳ
7 ζωουμένων, εἰ δεῖ σαφῶς ζῶον καλεῖν; καὶ ταῦτα κηρύττοντος
8 Ἱπποκράτους. ζωοῦται τὰ μὴ ζῶα ἐν τῶν ζώων
9 φύσιες πάντων ἀδίδακτοι. δέον γὰρ εἰπεῖν, μὴ ζῶα, εἰπεῖν,
10 γίνεται τὰ μέρεα. τοῦτο μὲν γὰρ παρέλειπε, τὸ δὲ τοῦ
11 τελείου ὀνόματος κατεχρήσατο, ἵνα ἅμα συνίστασθαι καὶ
12 ζῶα εἶναι νοῶμεν. φιλοτιμότερον δὲ καὶ ἀμαχέστατον καὶ
13 τὸ φύσιες δὲ πάντων ἀδίδακτοι προθέσπισεν, ἵν’ εἴ τις
14 τρόπῳ λόγῳ ἀπαιτοίη τῆς ζωώσεως ἐπὶ τὴν πάντα γεννῶσαν
15 αὐτὴν, ἀδιδάκτως ἀναφέρεται φύσιν. καὶ τὸ φύσιες δ’
16 ἐξαρκεῖ παντάπασι παραγράφεσθαι τῶν ἀπίστων τὰς γνώμας
17 καὶ τῶν μὴ ζώων φασκόντων. εἰ γὰρ ἑκάστῳ τῶν ὄντων 19.174
1 τὰ τέλη πρὸς τὸ εἶναι παρεχομένην δίδωσι καὶ τῷ κυοφορουμένῳ
2 τὴν τοῦ ζώου εἶναι τελείωσιν. πῶς δ’ οὐκ εὔηθες
3 ψυχὴν μὲν καὶ σῶμα ζῶον εἶναι φάσκειν, ἀφαιρεῖν δὲ
4 τοῦ ὄντος τοὔνομα; ὅμοιον γὰρ εἰ καὶ τοῦ τὸ πῦρ εἰδοποιοῦντος,
5 ὅπερ ἐστὶν τὸ καῖον ἔχοντος τοῦ πυρὸς, τὸ μὲν
6 ἔργον τις ὁμολογοίη, τὸ δ’ ὄνομα μὴ λέγοι, πάλιν τοῦ
7 ἡλίου φωτίζοντος τὸ σκότος τὸ μὲν γινόμενόν τις ὁμολογοίη,
8 τὸ δ’ ἡμέραν εἶναι τοῦτο ἀρνοῖτο τοὔνομα, εἴ τις τῆς
9 ἐξ ὑγρῶν καὶ στερεῶν εἰς τοῦτο σύνοδον τρέφειν λέγοι, τὸ
10 δὲ τροφὴν λέγεσθαι μὴ συντίθοιτο, τὸ μὲν τέμνον τὸν
11 χαλκὸν σίδηρον, φεύγειν δὲ τὸ ὄνομα τῆς μαχαίρας,
12 τὸ τμῆμα τοῦ τέμνοντος. ἀλλ’ οὐδὲ τοῦ ζοφώδους ἀέρος
13 ὑπὸ ἡλίου φωτιζομένου τὸ ἔργον βλέπων εἴποι τις ἀν τὸ
14 τοιοῦτον μὴ εἶναι ἡμέραν, οὔτε τοῦ πυρὸς τὴν χρείαν τὸ
15 πῦρ μὴ λέγεσθαι, οὔτε τοῦ τέμνοντος τὴν ἐνέργειαν τὸ μὴ
16 μάχαιραν εἶναι τούτου το ὄνομα, οὔτε τὸ σπέρμα ζωούμενον
17 καὶ καταλαμβάνον τῆς ζωώσεως ἀφαιρήσεταί τις τὴν
18 προσηγορίαν.

19.175