Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. An animal sit quod est in utero (An animal sit quod est in utero)
urn:cts:greekLit:tlg0530.tlg002
Εἰ ζῷον τὸ κατὰ γαστρός
Whether What Is in the Womb is an Animal (An. Ut.)
editio(nes) critica(e): Wagner, 1914
translatio Latina: An animal sit quod est in utero, 1830, vol. 19, pp. 158-181. urn:cts:greekLit:tlg0530.tlg002.verbatim-lat1
translationes recentiores Colucci, 1971 (ita)


1 Κεφ. εʹ.Ὡς μὲν οὖν καὶ φύσεως καὶ ψυχῆς μετέχει
2 τὸ ἔμβρυον καὶ τῶν ἐφ’ ἑκατέρας ἐνεργειῶν καὶ πῶς ἐστι
3 ζῶον ἀποχρώντως ἐδείξαμεν. λοιπὸν δὲ δείξομεν ζῶον εἶναι
4 τὸ τοῖς μυχοῖς τῆς μήτρας ἔτ’ ἐγκείμενον. εἰ δέ τις ἡμᾶς
5 ἀπαιτοίη φύσεως λογισμοὺς, ἴστω πάντα πράττουσαν αὐτὴν
6 αὐτοδιδάκτως τε καὶ αὐτομαθῶς. οὐδὲ γὰρ ὅπως ἐν φυτοῖς
7 σκώληκες γίνονται ἀφ’ ἵππων καὶ βοῶν οἱ σφῆκες καὶ
8 μέλιτται ῥᾴδιον ἡμῖν λέγειν, ἀλλ’ ὑπὸ τῆς φύσεως ἀπλῶς
9 γίνεται. οὐδὲ γὰρ τοὺς ὄρνεις πέτεσθαι διδάσκει τις, οὐδὲ
10 τὸ νοεῖν ἡμᾶς ἀκούειν βλέπειν,  ἀλλ’ ὅμως καὶ
11 τοὺς ὄρνιθας ὁρῶμεν πεττομένους καὶ ἡμᾶς αὐτοὺς χωρὶς
12 μαθήσεως νοεῖν τε καὶ βλέπειν. ἀπόῤῥητος γάρ τις καὶ
13 κεκρυμμένη καὶ πολὺ τῆς ἡμιτέρας διανοίας βυθιωτέρα
14 περὶ τὴν φύσιν αὐτουργία. μὴ τοίνυν μηδὲ περὶ τὴν τὰ
15 ἔμβρυα ζωογονίαν ἀπιστῶμεν εἶναι ζώωσιν. οὐδὲ γὰρ ἐκεῖνα
16 μανθάνει πρός τινος μετὰ τὸ τεχθῆναί τι τῶν οἰκείων ἔργων,
17 ἀλλ’ ἐνόντα ταῖς μήτραις καταπίνει καὶ πέττει καὶ
18 διακρίνει τὴν ἀναδοθεῖσαν καὶ προστίθησι τὴν καθαρθεῖσαν 19.176
1 καὶ τὴν περιττὴν ἀπωθεῖται. ἵν’ ἐπειδὰν πρὸς φῶς
2 προέλθῃ τὴν περιττεύουσαν ἐκκρίνει. τό τε γὰρ μηκώνιον
3 καλούμενον περίττωμα ὂν ἐξ ὅλης τῆς τοῦ ἐμβρύου τροφῆς
4 ἐστιν καὶ τὸ ἐν τῷ οὐραχῷ ὑγρόν. ἥτε γὰρ κοιλίη φυσᾶται,
5 φησὶν παλαιὸς, ἀπὸ τῆς διὰ στόματος εἰσπνοῆς
6 καὶ τὰ ἔντερα καὶ εἰς τὸν κύσσαρον ὁδός τις ἐπιγίνεται.
7 κατὰ μικρὸν γὰρ ἐμπίπτον τὸ περιττὸν εἰς τὸν ἀρχὸν παραγίνεται.
8 κύσσαρον γὰρ τὸν ἀρχὸν εἴρηκε. καὶ μηδεὶς
9 ἡμᾶς παραγέτω διὰ τὴν τοῦ ἀμνίου ὑμένος παράθεσιν μὴ
10 δύνασθαι διὰ στόματος τρέφεσθαι τὰ ἔμβρυα, ἱκανὴ γὰρ
11 φύσις διὰ τῶν πόρων εὐπορίαν παρασχεῖν καὶ ὁδὸν ἐς εὐπρέπειαν
12 οὖσαν αὐτάρκη. φησὶ δὲ Δημόκριτος ἅνθρωπον
13 ἐξ ἀνθρώπου ἐξεσεῖσθαι καὶ κῦνα ἐκ κυνός καὶ βοῦν ἐκ
14 βοός. ἀνὴρ εἰδὼς μὲν καὶ τὴν οὐράνιον θεωρίαν, θεωρίας
15 δὲ καὶ τὴν ἐν ἡμῖν φύσιν οὐχ οἷόν τε ἀγνωμονεῖν χρήζει
16 λέγειν, μὴ ζῶον τὸ κατὰ γαστρὸς, ὅλον ἐξ ὅλου συνιστάντος
17 αὐτὸ δράσαντος νή * * * καὶ γὰρ οὐδ’ ἂν ἔσχεν ἀνθρώπου
18 λόγον τὸ γινόμενον. εἰ μὴ πάντας μὲν ἐν ἑαυτῷ 19.177
1 περιεῖχε τοὺς τελείους λόγους. ἔμελλε δὲ ποιήσειν οἷα ταῦτα,
2 ἀφ’ ὧν τὸ σπέρμα κατεσπάρη. ὥσπερ γὰρ τὰ τῷ ποσῷ
3 τὰ τῇ ποιότητι καταβληθέντα σπέρματα ἀναδέχεται τόπους
4 περί τε τὰ ὁλομελοῦντα μὴ τοῖς πᾶσιν ἀπηρτισμένα
5 μορφὰς ἄλλων ζώων ἔχοντα, τὸν αὐτὸν τρόπον
6 καὶ ὅσα ἐκκαθῆ καὶ διακεκριμένα σπέρματα τυγχάνει τὸν
7 ἐν τέλει τῶν ζώων ἐπέχει λόγον. τὸ γὰρ λεῖπον παραποδισμὸν
8 τῆς ὅλης φύσεως εἴληφε καὶ ἐκλείποντα τὰ ἔμβρυα
9 καὶ διὰ τὸ αὐτὸ τοῦτο μὴ παραποδισθὲν ζῶα ποιεῖται ἐκ
10 σπέρματος. μήτ’ οὖν φιλόσοφός τις ὡς ἀμύητος τοῖς ἄνω
11 μήτ’ ἰατρὸς τῶν ἀπὸ Ἀσκληπιάδου ὡς ἀθεώρητος τοῦ
12 ἀνθρώπου τῆς φύσεως ἀποκηρυττέτω καὶ ἀποξενούτω τὰ
13 ἔμβρυα, ἀλλ’ αὐτὸς πολὺ πρότερον ἀναθεωρησάτω ἐφ’ ἑαυτόν·
14 καὶ παρὰ πρεσβυτέρων μαθέτω ὑπὸ τῶν γεννησάντων
15 ἀναμνησθήτω ὡς ἦν ποτε καὶ αὐτός ἔμβρυον. καὶ
16 τοίνυν αὐτοῦ τότε ὡς ὑπὸ μήτρας πρότερον τελείως ἐν
17 μήτρᾳ ἐσχηματούργηται καὶ ὡς ἐκ σπέρματος τοῦ εἶναι γέγονεν
18 ῥίζα αὐτῷ καὶ ὡς οὐκ ὀφείλει παρανοίᾳ ἄγειν τὴν 19.178
1 φύσιν. ῥαδιουργῆσαι γάρ ἐστι τὰ ἐκείνης θέσμια καὶ τοὺς
2 τῆς γῆς δημιουργουμένους ὑπ’ αὐτῆς φάναι ζῶον μὲν ὑπάρχειν
3 τὴν αὐτὴν τῆς γεννήσεως καὶ πάντα ἐσχηκότα τοῖς
4 αὐτοῖς μυχοῖς ἐντεθραμμένον, φάσκειν δὲ μὴ ζῶα τοὺς ἐν
5 μήτρᾳ τεθραμμένους. ἐκ μὲν πυρῶν οἱ πυροὶ γενήσονται
6 καὶ ἐκ τῶν ἄλλων σπερμάτων τὰ ὅμοια καὶ ἐκ φυτοῦ
7 φυτὰ τὴν αὐτὴν τοῖς γιγνομένοις φύσιν εἰληφότα, ἄνθρωπος
8 δὲ τὸ θειότερον τῶν ἄλλων καὶ τῶν ὅλων κρεῖττον, τὸ
9 ὅμοιον κατὰ δύναμιν θεῷ, μὴ τὴν αὐτὴν τοῖς σπείρασιν
10 ἀναδέξασθαι θειότητα; ἀλλὰ γὰρ ἤδη καὶ νόμῳ καὶ τοῖς
11 συμβεβηκόσι δείξομεν ζῶα τὰ ἔμβρυα. τοῦ μὲν ζῆν τῇ
12 φύσει τὴν αἰτίαν προστιθέντες, τοῦ δ’ εὖ ζῇν μετὰ τῆς
13 ψυχῆς αὐτοὶ τὴν πρόσβασιν ἀναδεξάμενοι νομοθετοῦσι. τοῦτο
14 γάρ εἰσιν οἱ νόμοι, κωλύειν μὲν τὰ κακὰ πράττεσθαι, φυλάττειν
15 δὲ τὰ ἤδη ὄντα καλὰ,  τὰ μέλλοντα τὰ
16 παρόντα προσποιεῖν, τιθέμενον τοὺς νόμους δύο τοῖς μεγίστοις
17 ἀπεδείξαμεν εἶναι τὰ ἐν τῇ γαστρὶ ζῶα· ἐνὶ μὲν τῷ
18 προσθεῖναι τιμωρίαν τῷ αἰτίῳ τῆς ἐξαμβλώσεως γινομένῳ, 19.179
1 ἑτέρω δὲ καὶ δευτέρῳ τῷ δύνασθαι καὶ κλήρου μεταλαμβάνειν
2 καὶ τοὺς μήπω γεγενημένους. εἰδότες γὰρ ἀκριβέστερον
3 τῶν πλειόνων ὡς ἂν καὶ θεῶν ἔργα μιμούμενοι. θεῶν
4 γὰρ τὸ νομοθετεῖν πρῶτον, εἴπερ μὲν τῶν ὅλων πατὴρ
5 ἐν θεοῖς πάντα διέταξε νόμῳ, κινεῖται γὰρ καὶ κόσμος
6 ταῖς ἐκείνου προστάξεσι, καὶ οἱ πλανῆται δὲ τὴν οἰκείαν
7 ἕκαστος σφαῖραν ἐν νενομοθετημένῳ χρόνῳ καὶ ἥλιος καὶ
8 σελήνη τοὺς ὡρισμένους δρόμους. ἐῤῥίζωται δὲ γῆ τοῖς
9 τοῦ δημιουργοῦ κελεύσμασιν, κέχυται ὕδωρ καὶ ἀὴρ ἥπλωται
10 καὶ πῦρ ἵεται καὶ τὴν ἰδίαν ἐνέργειαν ἕκαστον τηρεῖ
11 φοβούμενον ὑπερβῆναι τὸν ἴδιον νόμον, ἐνομοθέτησε μὲν καὶ
12 Κρησὶν Ζεὺς καὶ Λακεδαιμονίοις Πύθιος καὶ Ἀθηναίοις
13 Παλλάς. οἱ οὗν τούτων μαθηταὶ νομοθέται Λυκοῦργος
14 καὶ Σόλων βεβαίως ἡμῖν δι’ ὧν προεῖπον κεφαλαίων
15 δύο  τὴν ὑπὲρ τῶν ἐμβρύων ἀναμφισβήτητον
16 παρέσχον ὑπόθεσιν. εί γὰρ ὅταν μὴ ζῶα ἦν, οὐκ ἂν ἐκόλασαν
17 τοῖς νόμοις φανερῶς τιμωρησάμενοι τοὺς αἰτίους τῆς
18 ἐξαμβλώσεως, ἐπειδὴ δὲ ἔφησαν ζῶα εἶναι, τὴν τιμωρίαν 19.180
1 ἐπήγαγον. τίς γὰρ τὸν ἤδη τέλειον καὶ ὡμολογημένον ἄνθρωπον
2 εἰσπράττεται δίκην ὑπὲρ τοῦ μήτε κατὰ τὴν μήτραν
3 ὄντος ἀνθρώπου μήτε τὴν ἀρχὴν ἐζωουμένου ποτὲ
4 κλῆρον ἀφίησιν οὐ γινώσκειν, εἰ ζῶον τὸ ἔμβρυον; πῶς οὖν
5 ἐπισκήπτεις τὸ κατὰ γαστρὸς μὴ ζῶον εἶναι λέγων; τίς
6 χρῆται διαδόχῳ τὸ μήπω εἶναι πεπιστευμένῳ; τὶς ἐρεῖ τὸν
7 αὐτὸν κύριον τὸν ἀμφισβητούμενον; οὔπω Περικλῆς ἐγένετο
8 ὀλύμπιος καὶ πᾶσιν ἤδη φοβερὸς τοῖς Ἕλλησι διὰ τὸ ἐνύπνιον
9 ἦν. οὔπω Πεισίστρατος καὶ τύραννος ἦν· οὔπω
10 Ὀλυμπιὰς Ἀλέξανδρον ἐρύη, καὶ πάντες Ἄμμωνος ἔλεγον
11 ἤδη παῖδα καὶ βασιλείας ἦρχες. καὶ Κύψελος ἔτι ζωογονούμενος
12 καὶ εἰ τοῖς Βακχιάδαις οὐκ ἐδόκει. φοβοῦντος αὐτοὺς
13 ἰνδάλματος. λέγεται δὲ ὡς καὶ Ἑκάβη τὸν Ἀλέξανδρον
14 ἐδεδοίκει πρὶν τεκεῖν ἐκπλήξαντα αὐτὴν γενναιοτέρου θεάματος,
15 ἀλλὰ καὶ πάντες Φρύγες ἐκ τοῦ μήπω γεγενημένου
16 πυρὸς δεχόμενοι τὰς συμφοράς. καὶ Ἀλκμήνη δὲ γεννήσασα
17 τὸν Ἡρακλέα φοβερὰ τοῖς ἀντιστρατιώταις ἐγίνετο καὶ τοὺς
18 ἐχθροὺς μὴ θαῤῥεῖν ἐποίει τὸν παῖδα κατὰ γαστρὸς ἔχουσα. 19.181
1 τοσοῦτον οὖν ἀπεῖχε τοῦ μὴ ζῶα λέγειν τὰ ἔμβρυα, παρόσον
2 καὶ τοῦ μη μόνον ὡς ζῶα, ἀλλὰ καὶ τῆς ἀνθρώπου
3 φύσεως ἀλκιμώτερα, κἂν ἔτι ταῖς μήτραις προσεῤῥιζωμένα.
4 ἀλλὰ γὰρ ἤδη καὶ πρὸς αὐτά μοι τὰ ἔμβρυα γινέσθω
5 λόγος ὡς ἤδη τὴν ἀνθρώπῳ ἐντελῆ ζωότητα μεμορφωμένα.
6 προΐετέ μοι τῶν μυχῶν μηδὲν πεφοβημένα μήτε
7 γένους πάρεσιν μήτε φιλτάτων ἀπαλλοτρίωσιν μήτε κτημάτων
8 ἀφαίρεσιν, οὐδὲν ὑμᾶς τῶν πολλῶν συκοφαντία καὶ
9 τῶν αὐτὰ ἀδικούντων τὴν φύσιν πανουργία παραγράψεται,
10 ὅθεν αὐτῶν ὑμεῖς τιμωροὶ καταστήσεσθε ὡς Περικλῆς, ὡς
11 Πεισίστρατος, ὡς Πάρις, ὡς Μακεδὼν Ἀλέξανδρος καὶ
12 ὡς Ἡρακλῆς.