13
Κεφ. βʹ. Ἀλλὰ καὶ ὅτι ἦν ὁ κόσμος ζῶον
14
καὶ διὰ τοῦτο καὶ νῦν ἐστιν εἰρηκότες ἐπὶ τὸν περὶ ἀνθρώπου
15
τοῦ μετ’ αὐτὸν κόσμον δευτέρου μετέλθωμεν λόγον.
16
προδιωρισμένον ἡμῖν ἐστι ζῶον καὶ ἐξ ὧν μὲν, ὅτι 19.163
1
τὴν τοῦ ζώου παρείχετο χρείαν, ὅτε ἦν καὶ ἐν τῇ μήτρᾳ τὸ
2
παιδίον, εἰρηκότος γε δὴ καὶ προθεσπίζοντος καὶ προκηρύττοντος
3
οἷον ἐκ Δελφικοῦ τρίποδος τοῦ τῶν Ἀσκληπιαδῶν
4
Ἱπποκράτους. τὴν γὰρ πρώτην καταβολὴν αὐτοῦ καὶ οἱονεὶ
5
ζωότητα συνίστησιν ἀπὸ τῶν ὅλων, εἰδὼς μὴ ἄλλως
6
δυνήσεσθαι τὸ αὐτοτελὲς παρασχεῖν, εἰ μὴ τὴν ἀπὸ τῶν τελείων
7
ζωογονίαν λάβοι. ἔρχεται μὲν ὁ γόνος, φησὶν, ἀπὸ
8
παντὸς τοῦ σώματος, καὶ ἀπὸ μὲν τῶν ὑγιεινῶν ὑγιεινὸς,
9
ἀπὸ δὲ τῶν νοσερῶν νοσερός. ἀπὸ παντὸς εἶπε μέρους
10
καὶ ὅλον ἐξ ὅλου, καὶ τοσοῦτον ἐνεδέησε τοῦ μὴ ζῶον εἰπεῖν,
11
ὥστε καὶ ἀπελύσατο τὰ ἐγκλήματα τοῦ φήσαντος ἂν
12
πρὸς αὐτὸν τὰ ἀνάπηρα μὴ εἶναι τέλειον. βουλόμενος γὰρ
13
μὴ ἀμφιβάλλειν ζῶον ἔφη. τοὺς μὲν ὑγιεινοὺς ἔχοντας τὸ
14
πᾶν ἀνενδεὲς εἰς ἀρτιότητα τὸ σπέρμα καταβάλλεται, τοὺς
15
κεκωλυμένους δὲ ἐλλείψει τοῦτο. οὗ τὴν ἀπορίαν οὐκ ἔχει.
16
πῶς γὰρ αὐτὸ μὴ ὂν ἐν γενέσει ὑγιὲς ἂν γένοιτο. μόνου
17
γάρ τοῦ ὄντος μὲν, οὐδέπω δὲ γενομένου, ὑγιοῦς δὲ δυνάμει
18
ὄντος καὶ διὰ τοῦτο γένεσιν ἐπιδεχομένου. τῶν γὰρ οὐκ 19.164
1
ὄντων ἐμφανῶς τὰ μὲν οὕτω γέγονεν, τὰ δὲ δύναται, ὥσπερ
2
καὶ τὸ οὐδέτερον σπέρμα. τὸ μὲν δύνασθαι ζῶον γενέσθαι,
3
ἔχει δὲ τότε καὶ ἐνέργεια, ἡνίκα ἀντ ἀνθρώπου παρέχηται.
4
τὰ δὲ οὔτ’ ἐστὶν οὔτε δύναται γενέσθαι οὔτε λόγον
5
ἔχει, ὥσπερ αὐτὸ φύσει μὴ ὄν. τοῦτο γὰρ οὔτε τὸν τοῦ
6
ὄντος οὔτε τὸν τοῦ γενησομένου δέχεται λόγον. ὀρθώσας
7
τοίνυν κατὰ τὸν Ἱπποκράτην ζῶον αὐτὸ κατὰ γαστρὸς λέγοιτο
8
καὶ τοῦ σπείραντος αὐτὸ ἐξ ὅλων καὶ τὴν ὅλου παρέχοντος
9
δύναμιν. οὐ μόνον δὲ ὅτι ἀπὸ παντὸς καὶ ὅτι ζῶον
10
ἐδήλωσεν, ἀλλ’ ἔδειξεν ἐπὶ ποσότητος ὅτι τὰς τοῦ παντὸς
11
ἀρχὰς ἔχει καὶ δύναται τὰ ὅμοια τῶν ἀφ’ ὧν τὴν ῥίζαν
12
ἔσχεν λέγων· δίδυμα γίνεται μὲν ὑφ’ ἑνὸς λαγνεύματος,
13
ἔχουσι δὲ κόλπους καὶ γόμφους αἱ μῆτραι. ἐνταῦθα γὰρ
14
σαφῶς νοεῖν ἔνεστι δύνασθαι τούτου τὸ καταβληθὲν εἰς τὴν
15
μήτραν σπέρμα, ὅπερ ἦν ζώου φύσις. ὀλίγον γὰρ ὄν τῷ
16
πλήθει πολὺ τῇ δυνάμει γίνεται καὶ δείκνυσι τὴν ἀρχηγὸν
17
αἴτιον καὶ τὴν τῆς ζωότητος οὐσίαν. καὶ ὥσπερ τὸ ἐν τοῖς 19.165
1
πυρίταις πῦρ καὶ τὸ ἐν τιτάνῳ συνεσπαρμένον οὐκ ἄν τις
2
φήσει μὴ εἶναι πῦρ, ὅτι μὴ καίει. γίνεται γὰρ ἐνεργείᾳ τότε
3
καὶ τὸ πῦρ, ἡνίκα ἂν ὕλης λάβηται καὶ τῆς ἔξωθεν ἀπὸ
4
τοῦ παντὸς εἰσπνοῆς. οὕτω καὶ τὸ καταβληθὲν εἰς τὰς γυναῖκας
5
σπέρμα ἀληθεύσει τις ζῶον εἶναι λέγων. καὶ γὰρ
6
τοῦτο δυνάμει μέν ἐστι ζῶον ἤδη· γίνεται δὲ καὶ ἐνεργείᾳ,
7
ἡνίκα προελθὸν ἔξω τῆς μήτρας ἑαυτῷ συνάψει τῷ τὴν ἀρχὴν
8
παρεσχηκότι. μόριον γὰρ καὶ ἀπόσπασμα ὂν τοῦ μεγάλου
9
ζώου τοῦ κόσμου μένον μὲν ἐν μυχοῖς καὶ φωλεῦον
10
συγκρίσεως ἐπέχει λόγον, διακριθὲν δὲ καὶ γενόμενον ἔξω
11
τούτου τοῦ βάθους οἷον χάους ἀσπάζεται τὴν ὁμόφυλον
12
καὶ ὁμοίαν φύσιν ταῖς τῆς ἐνεργείας πράξεσιν· κινεῖσθαι
13
γὰρ ταῖς ἐξ αὐτοῦ κινήσεσιν ἄρχεται. καὶ τὰ φωσφόρα ὄμματα
14
τείνει διὰ παντὸς τοῦ ἡλίου καὶ σελήνης μιμούμενον
15
φύσιν καὶ τὸν νοῦν ἴστησι τῇ πρὸς τὸ ὅμοιον ἀπεικαζόμενον
16
φορᾷ.