Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. An animal sit quod est in utero (An animal sit quod est in utero)
urn:cts:greekLit:tlg0530.tlg002
Εἰ ζῷον τὸ κατὰ γαστρός
Whether What Is in the Womb is an Animal (An. Ut.)
editio(nes) critica(e): Wagner, 1914
translatio Latina: An animal sit quod est in utero, 1830, vol. 19, pp. 158-181. urn:cts:greekLit:tlg0530.tlg002.verbatim-lat1
translationes recentiores Colucci, 1971 (ita)


17  Κεφ. γʹ.Ὡς μὲν οὖν ἀπεικότως τινὲς εἶπον
18 οὐ ζῶον τὸ κατὰ γαστρὸς ἐκ τῶν εἰρημένων τεκμαίρεσθαι, 19.166
1 ὅσα δὲ καὶ ποῖα ζῶον ποιεῖ νῦν φράσω. τοῦ γοῦν
2 ζώου διοικουμένου ὑπὸ ψυχῆς καὶ φύσεως καὶ τροφῆς καὶ
3 πνεύματος, τρέφεται μὲν γὰρ ψυχὴ πνεύματι, τροφαῖς δὲ
4 ὑγραῖς καὶ ξηραῖς φύσις, εὑρεθήσεται δὲ καὶ τὸ ἐν τῇ
5 μήτρα πάσαις ταῖς οἰκονομίαις χρώμενον. καὶ ταῖς πρὸς
6 τὴν τῆς ψυχῆς κινήσεσι καὶ ταῖς πρὸς τὴν τῆς φύσεως αὔξησιν.
7 καταπίνει τε γὰρ καὶ ὡς Ἱπποκράτει δοκεῖ· τῷ τε
8 γὰρ στόματι καὶ τῇ ῥινὶ τὴν πνοὴν ἄνωθεν ποιεῖσθαί φησι.
9 τινὲς δὲ καὶ τῶν Ἀσκληπιαδῶν καὶ θηλάζειν αὐτὸ τὰς ἐν
10 τῇ μήτρα κοτυληδόνας λέγουσί τε καὶ πέττειν, ἕπεσθαι γὰρ
11 ἀνάγκη τοῖς καταποθεῖσι καὶ πέψις, κἂν ὅτι μάλιστα κατειργασμένην
12 ἤδη, παρὰ τῆς μητρὸς λαμβάνει τὴν τροφήν.
13 προστεθὲν δὲ χωρὶς τῆς δεξαμένης αὐτὸ φύσεως οὐκ ἂν
14 δυνατὸν οὐδὲ ὁμοιωθῆναι πρότερον, εἰ μὴ ἐξ ἀνάγκης τῷ
15 τρεφομένῳ τὸ τρέφον τῆς τοῦ παιδὸς φύσεως τὴν ὁμοίοισιν
16 ἐργαζομένου. καὶ τότε τὰ ἔργα τῆς  φύσεως παρασχεῖν
17 καὶ ἀναλαμβάνειν καὶ ἕτοιμον πρὸς διάκρισιν καὶ
18 διακρίνειν τὸ ἀλλότριον. τοῦτο γὰρ χολαὶ τῇ οἱ σύμπαντες 19.167
1 χυμοὶ διακριθείσης τῆς τροφῆς γίνονται. μὴ γὰρ δὴ μόνον
2 τὴν διὰ πυλῶν εἰς ἧπαρ δι’ ὀμφαλοῦ φερομένην ἐκ τῶν ἐμβρύων
3 ὕλην τρέφειν νομίζετε. τρέφεται μὲν γὰρ καὶ διὰ
4 τούτων τῶν ὁδῶν, μάλιστα καὶ διὰ τῶν τελεωτέρων καὶ
5 δι’ ἂν κατενεχθείη ἀπολαύει τροφῆς. μὴ γὰρ δὴ δόξῃς
6 τοῦ Ἱπποκράτους εἰπόντος, δὲ ἀρχαιοτέρη τροφὴ δι’ ἐπιγαστρίου
7 ὀμφαλοῦ, ἀγνοεῖν αὐτὸν μὴ καὶ διὰ στόματος τρέφεσθαι.
8 εἶπε γὰρ καὶ περὶ ταύτης τῆς ὁδοῦ ὡς ἐπάνω
9 προείρηται. μαρτύριον δὲ τοῦ καὶ ἐν μήτρᾳ διὰ στόματος
10 τὴν τροφὴν λαμβάνειν τὸ ἅμα τῷ τεχθῆναι τὴν ὁρμὴν πρὸς
11 τὸν μαστὸν ἔχειν. οὐ γὰρ μὴ προεθισθὲν χρῆσθαι τῇ ὁδῷ
12 ταχεῖαν οὕτω τὴν πρὸς αὐτὸ ὁρμάν ὁδόν. ἀτμίζει δὲ καὶ
13 πνευτοὶ τὴν διακριθεῖσαν τροφὴν καὶ προστίθησιν ἑκάστῳ
14 μορίῳ ῥαδίως· μεταβάλλει δὲ καὶ τὴν ἐκ σπέρματος εἰς χυμοὺς
15 καὶ τὴν ἐκ χυμῶν εἰς σάρκας καὶ φλέβας καὶ νεῦρα
16 καὶ ἀρτηρίας καὶ ὀστέα καὶ σπλάγχνα καὶ πιμελὴν· καὶ
17 τὴν ἐξ ὀλίγου εἰς πολὺ καὶ τὸ ἐκ μικροῦ γίνεται μέγα τῆς
18 αὐξητικῆς δυνάμεως μέχρι τῶν οἰκείων ὅρων τῆς αὐξήσεως
19 ἐκτεινούσης αὐτὸ καὶ περατούσης.

19.168