Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De optima secta ad Thrasybulum (De opt. secta ad Thrasyb.)
urn:cts:greekLit:tlg0530.tlg043
Πρὸς Θρασύβουλον περὶ ἀρίστης αἱρέσεως
Meilleure école à Thrasybule
The Best Sect (Opt. Sect.)
editio(nes) critica(e):
translatio Latina: De optima secta ad Thrasybulum, 1821, vol. 1, pp. 106-223. urn:cts:greekLit:tlg0530.tlg043.verbatim-lat1


3 Κεφ. κδʹ.Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδικοὺς,
4 ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται, ἀλλὰ τὴν
5 ἄρσιν περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο
6 δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις,
7 ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, δὲ ὑγεία
8 τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέονται,
9 ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν περιαίρεσις
10 τῶν παθῶν ἔσται, καὶ τῆς ὑγείας τήρησις. χρείαν οὖν
11 ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ
12 δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ
13 γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα
14 καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέροντα.
15 εἰ δέ γε ἀπὸ τῶν παθῶν ἔνδειξις τῶν συμφερόντων
16 ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν 1.174
1 ὑγείαν περιποιήσασθαι, ἠπίσταντο.  ἀλλὰ τοῦτο μὲν
2 ἀγνοοῦσιν· δ’ ἐνδείκνυται τὸ πάθος, ἴσασιν. ἐπειδὴ γὰρ
3 τὴν ἄρσιν ἐνδείκνυται, οἵδε πέμπουσιν ἐπὶ τοὺς ἰατροὺς
4 τοὺς δυναμένους ἀνελεῖν τὰ πάθη.