11
Κεφ. μβʹ.Τάχα οὖν ἐκ τούτου τις οἰηθήσεται τὴν
12
δύναμιν ὑπαγορεύειν τὸ συμφέρον. μάθοι δ’ ἄν τις, ὅτι
13
μηδὲν ἡ δύναμις δείκνυται βοήθημα, διὰ τούτων. εἴπερ ἡ
14
δύναμις αὐτάρκης ὑπάρχουσα βοήθημά τι ἐνδείκνυται ἐπὶ
15
τῶν ὑγιαινόντων, διότι αὐτάρκης ἐστὶν, ἐνδείξεται τὸ βοήθημα.
16
ἀλλὰ μὴν οὐδὲ ἐπὶ τῶν ὑγιαινόντων βοήθημα ἐνδείκνυται.
17
οὐδ’ ἄρα ἐπὶ τῶν νοσούντων καὶ ἡ σύμμετρος
18
συμφέρον ἐνδείξεται. ἐπεὶ τοίνυν, ἐφ’ ὧν ἐνδείξεται δύναμις, 1.209
1
οὐ πάρεστι τὸ ἀπαιτοῦν, οὐ παραλαμβάνομεν βοήθημα, δῆλον
2
δὲ, ὅτι οὐδὲν ἐνδείκνυται συμφέρον ἡ δύναμις. δεῖ γὰρ
3
τὸν σκοπὸν τὰ παρόντα ἐνδείκνυσθαι. ὅτι δὲ κωλῦσαι μὲν,
4
ὡς ἔφην, τὸ ἀπαιτούμενον παραλαβεῖν, ἡ δύναμις δύναται,
5
σκοπὸς δὲ βοηθήματος οὐκ ἔστιν.