16
Κεφ. λʹ.Ἑξῆς δ’, ὅτι, κἂν φαίνωνται αἱ κοινότητες,
17
οὐδὲν συμφέρον ἐνδείκνυνται, διὰ τούτου ἄν τις ἐπιδείξειε, 1.187
1
διαφέρειν λέγων τὸ αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι ἢ ἀπὸ τῶν
2
κοινῶν καταλαμβάνεσθαι τὰ ἐνδείξασθαι δυνάμενα. οἱ μὲν
3
οὖν Μεθοδικοὶ λέγουσιν, αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι· ἡμεῖς
4
δέ φαμεν, τὴν τῶν κοινῶν κατάληψιν χρησιμεύειν πρὸς τὴν
5
τῶν ἐπὶ μέρους ἐνδείξασθαι δυναμένων ἐπίγνωσιν. καὶ τὰ
6
θεωρήματα τρόπον τινὰ κοινὰ ὄντα τὴν τῶν ἐπὶ μέρους
7
κατάληψιν ὑποδείκνυσιν. ἐν γὰρ τῷ, κόποι αὐτόματοι φράζουσι
8
νούσους, καταλαμβάνομεν τὴν σχέσιν τοῦ ἐπὶ μέρους
9
αὐτομάτου κόπου πρὸς τὸ πλῆθος. μεταλαμβάνειν γὰρ δεῖ
10
τὸ νόσους κατὰ τὸ παρὸν εἰς τὸ πλῆθος. ἡ οὖν τοῦ
11
καθόλου ἐπίγνωσις τὴν τοῦ ἐπὶ μέρους κατάληψιν παρέχεται
12
τοῦ ἐνδείξασθαι τὸ συμφέρον δυναμένου.