3
Κεφ. κζʹ.Νῦν δὲ ἰδίως πρὸς ἑκατέραν τῶν διαθέσεων
4
ἐροῦμεν, καὶ πρῶτον περὶ τῆς στεγνώσεως ῥητέον. τὴν τοίνυν
5
στέγνωσιν πύκνωσίν φασιν εἶναι καὶ ἐποχὴν τῶν ἐκκρίσεως
6
δεομένων. ἀνάγκη τοίνυν τὰ ἐπεχόμενα ἢ ὠφέλιμα
7
εἶναι ἢ βλαβερὰ ἢ μηδέτερα. ἐὰν μὲν οὖν ὠφέλιμα
8
ᾖ, ἄλογόν ἐστιν ἐκκρίνειν αὐτά. ἐὰν δὲ μηδέτερα,
9
δηλονότι οὐδὲ πάθος ἐστίν. λείπεται οὖν λέγειν, ὅτι, ἐπειδὰν
10
βλάπτῃ τὰ ἐπεχόμενα, στέγνωσίς ἐστιν. ἃ δὲ βλάπτει,
11
αἴτιά ἐστιν. ἐκ προκαταλήψεως οὖν τῶν αἰτιῶν τὸ στεγνὸν
12
καταλαμβάνεται. ἵνα γὰρ εἰδῶμεν, ὅτι στεγνὸν, δεῖ προεγνωκέναι,
13
ὅτι τὰ ἐπεχόμενα βλάπτει. τῇ δὲ τῶν βλαπτόντων
14
καταλήψει καὶ ἡ τῶν αἰτιῶν συμπροσπίπτει ἐπίγνωσις.
15
μᾶλλον δ’ ἡ τῶν βλαπτόντων ἐπίγνωσις αἰτιῶν ἐστι κατάληψις.
16
πάλιν δὲ αὐτὰ τὰ βλάπτοντα, ἅπερ ἐστὶν αἴτια,
17
οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται. οὐ μόνον οὖν ἡ στέγνωσις 1.183
1
φαίνεται, ἀλλ’ οὐδ’ ἐκεῖνα, ἐξ ὧν ἡ στέγνωσις καταλαμβάνεται.