15
Κεφ. ιγʹ.Περὶ πρώτης οὖν εἴπωμεν τῆς πρῶτον ῥηθείσης,
16
ἐν ᾗ διακόπτεσθαι τὴν κίνησιν ὑπὸ τῆς ἠρεμίας συμβέβηκεν.
17
εὑρίσκονται δὲ ἐν αὐτῇ διαφοραὶ σφυγμῶν ἐννέα,
18
τρόπῳ τῷδε συνιστάμεναι. τῆς προτέρας κινήσεως ὠκείας 8.528
1
οὔσης, ἡ δευτέρα τὰς τρεῖς τρεπέσθω τροπὰς, ἢ ὠκεῖα, ἢ
2
βραδεῖα, ἢ σύμμετρος γινομένη. τρεῖς μὲν αὗται διαφοραὶ
3
σφυγμῶν. αὖθις δ’ ἄλλαι τρεῖς, τῆς προτέρας βραδείας μενούσης,
4
ὑπαλλαττομένης δὲ τῆς δευτέρας τριχῶς, καὶ αὖθις
5
δ’ ἄλλαι τρεῖς, τῆς προτέρας μενούσης συμμέτρου, τῆς δὲ
6
δευτέρας τριχῶς τρεπομένης.