17
Κεφ. κγʹ.Ὅτι κατὰ τὸν τῆς ἀρτηρίας τόπον, ἐναργέστερον
18
γνωριζομένης τῆς τοῦ πυρετοῦ θερμότητος οἵα τίς 8.549
1
ἐστιν, ἢ εἰ κατ’ ἄλλο τι μόριον ἅπτοιο, πιθανὸν ἔδοξεν εἶναί
2
τισι καὶ τοιοῦτον γένος σφυγμῶν συναριθμῆσαι τοῖς ἄλλοις,
3
δι’ οὗ τὴν ποιότητα τῆς θερμότητος γνωρίζομεν, οὗ δηλονότι
4
γένους ὁμαλότης τε καὶ ἀνωμαλία συστήσονται κατὰ μίαν
5
διαστολήν. καὶ διαφοραὶ τῆς ἀνωμαλίας γενήσονται πρώτη
6
μὲν ἥ τε ἐν διαφέρουσι μορίοις καὶ ἡ περὶ ἓν ὁτιοῦν συνισταμένη,
7
τούτων δ’ αὖθις τεμνομένων κατὰ τὰς προγεγραμμένας
8
μεθόδους, ἕτεραι πλείους κατὰ μέρος.