Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De pulsuum differentiis (De puls. diff.)
urn:cts:greekLit:tlg0057.tlg059
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
editio(nes) critica(e):
translatio Latina: De pulsuum differentiis, 1824, vol. 8, pp. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
translationes recentiores Johnston, 2024 (eng); Pino Campos, 2010 (grc;spa); Ruíz Moreno, 1948 (grc;spa)


9 Κεφ. ιδʹ.Αὐτὸς δὲ τῆς αἱρέσεως αὐτῶν ἡγεμὼν
10 Ἀθήναιος τὸν σφυγμὸν ὁρίζεται κίνησιν κατὰ διαστολὴν φυσικὴν
11 καὶ ἀπροαίρετον τοῦ ἐν ἀρτηρίαις καὶ καρδίᾳ θερμοῦ,
12 ἐξ ἑαυτοῦ τε καὶ εἰς ἑαυτὸ κινουμένου, καὶ συγκινοῦντος καρδίαν
13 καὶ ἀρτηρίας, οὐ μόνον οὐσιώδη τὸν ὁρισμὸν ποιησάμενος,
14 ἀλλὰ καὶ μετὰ τοῦ τῆς αἰτίας λογισμοῦ, καθ’ ὃν τρόπον
15 ὁρίζεσθαι κελεύουσιν οἱ διαλεκτικοὶ τὰ ἐν τῷ γίγνεσθαι τὸ
16 εἶναι κτώμενα. καὶ συντομώτερον δὲ τὸν σφυγμὸν εἶναί φησι
17 διαπνοὴν φανερὰν πρὸς αἴσθησιν ληπτὴν ὅσον ἐφ’ ἑαυτῇ
18 καρδίας καὶ ἀρτηριῶν. ἔστι δὲ καὶ ὅδε ὅρος Ἀθηναίου· 8.757
1 σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ κατὰ διάπνοιαν καρδίας
2 καὶ ἀρτηριῶν. ἔξεστι δὲ τῷ βουλομένῳ καὶ τὸν περὶ τούτων
3 τῶν ὅρων λόγον ἐκτείνειν ἐπὶ πλεῖστον ἀνασκευάζοντί
4 τε καὶ κατασκευάζοντι. καὶ ἄλλοι δέ τινες τῶν ἀπὸ τῆς πνευματικῆς
5 αἱρέσεως ὅρους ἐποιήσαντο τοῦ σφυγμοῦ βραχὺ
6 τῶν προειρημένων παραλλάττοντας, ὡς εἶπον, ὥστ’ οὐ χρὴ
7 μνημονεύειν αὐτῶν ἐπειγομένους καθ’ ὅσον οἷόν τε διαδραμεῖν
8 τὸν λόγον.