Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De pulsuum differentiis (De puls. diff.)
urn:cts:greekLit:tlg0057.tlg059
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
editio(nes) critica(e):
translatio Latina: De pulsuum differentiis, 1824, vol. 8, pp. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
translationes recentiores Johnston, 2024 (eng); Pino Campos, 2010 (grc;spa); Ruíz Moreno, 1948 (grc;spa)


9 Κεφ. ιεʹ.Ὡσαύτως δὲ καὶ τοῖς ἀπ’ Ἀσκληπιάδου
10 διαφωνία ἐγένετο πρὸς ἀλλήλους, τοῖς μὲν προστιθεῖσί τι
11 τοῖς εἰρημένοις ὑπ’ Ἀσκληπιάδου, τοῖς δ’ ἀφαιροῦσι, τοῖς
12 δ’ ὑπαλλάττουσιν. αὐτὸς μὲν γὰρ Ἀσκληπιάδης τὸν μὲν
13 σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν καρδίας τε καὶ ἀρτηριῶν,
14 οὐκ ὀλίγοι δὲ τῶν ἀπ’ αὐτοῦ γινομένων προστιθέασιν,
15 οὐχ ἅπαξ, ἀλλὰ πολλάκις γιγνομένην κατὰ μίαν εἰσπνοὴν,
16 ὡς εἶναι τὸν ὅλον ὅρον τοιόνδε· σφυγμός ἐστι διαστολὴ
17 καὶ συστολὴ καρδίας τε καὶ ἀρτηριῶν οὐχ ἅπαξ, ἀλλὰ
18 πολλάκις γινομένη κατὰ μίαν εἰσπνοήν. ἐξηπατήθησαν δὲ ὑπὸ 8.758
1 τοῦ γεγράφθαι κατὰ τὸ περὶ τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν
2 αὐτοῦ βιβλίον οὕτως τὴν λέξιν, ἐπιλαθόμενοι τοῦ λόγου
3 ἐν τοῦτ’ ἔγραψε. πρόκειται γὰρ αὐτῷ δεῖξαι, τίνα μὲν
4 ὁμοίως γίγνεται κατά τε τὰς ἀναπνοὰς καὶ τοὺς σφυγμοὺς,
5 τίνα δὲ ἑτέρως τε καὶ διαφερόντως. ἐν τοίνυν ἐπιδείκνυσι
6 τὰ διαφέροντα, καὶ προκειμένη γέγραπται λέξις,
7 εἰς διορισμὸν ἀναπνοῆς τε καὶ σφυγμῶν ἔχουσα προσκείμενον,
8 οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις γιγνομένη κατὰ μίαν
9 εἰσπνοήν.