17
Κεφ. κʹ. Ἡ δὲ κατὰ τὸν ζωτικὸν τόνον ἀνωμαλία
18
τὴν αὐτὴν ἐπιδέχεται τομὴν τῇ κατὰ τὴν κίνησιν. ἢ γὰρ 8.547
1
περὶ τὸ αὐτὸ μόριον, ἢ ἐν διαφέρουσι συνίσταται. περὶ μὲν
2
τὸ αὐτὸ, τριχῶς, ἢ διαλειπούσης τῆς κινήσεως, ἢ συνεχοῦς
3
μενούσης, ἢ δικρότου γινομένης, περὶ δὲ τὰ διαφέροντα διχῶς,
4
ἢ συνεχοῦς μενούσης, ἢ διακοπτομένης. ἴσαι δὲ καθ’
5
ἕκαστον τούτων τῶν γενῶν αἱ κατὰ μέρος διαφοραὶ ταῖς ἐπὶ
6
τῆς κινήσεως εἰρημέναις. καὶ μὲν δὴ καὶ μίγνυσθαι τὰς περὶ
7
ἓν μόριον συνισταμένας ἀνωμαλίας ταῖς ἐν διαφέρουσι γιγνομέναις
8
ὡσαύτως, ἀναγκαῖον.