10
Κεφ. ιστʹ.Ἔνιοι δὲ καὶ αὐτοῖς τούτοις προσέθεσαν
11
τινα, καθάπερ καὶ Μοσχίων ὁ διορθωτὴς ἐπικληθεὶς, ἐπειδή
12
τινα τῶν ὑπ’ Ἀσκληπιάδου λελεγμένων ἐπηνωρθοῦτο, μὴ
13
πάντῃ πειθόμενος τἀνδρὶ, καθάπερ οὐδ’ ὁ Ἀλέξανδρος
14
Ἡροφίλῳ. τίς οὖν ὁ τοῦ Μοσχίωνος ὅρος εἰπόντες
15
ἀπαλλαγῶμεν ἤδη καὶ τῶν Ἀσκληπιάδου· σφυγμός ἐστι
16
κίνησις ἴδιος καρδίας καὶ ἀρτηριῶν καὶ φλεβῶν καὶ ἐγκεφάλου
17
καὶ τῆς περὶ αὐτὸν μήνιγγος κατὰ μίαν εἰσπνοὴν,
18
οὐχ ἅπαξ δὲ, ἀλλὰ πολλάκις γιγνομένη. καί σοι καὶ τῆς 8.759
1
ἐξηγήσεως ἑκάστου τῶν κατὰ τὸν ὅρον εἰρημένων οὐκ οἶμαι
2
δεήσειν, εἰ μέμνησαι τῶν ἄχρι δεῦρο λελεγμένων.