Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. ιαʹ. Πῶς οὖν παρὰ τὴν θέσιν τῆς ἀρτηρίας
2 ἀνωμαλία γίνεται τῶν σφυγμῶν; τοῦτο γὰρ ἔτ’ ἐνδεῖν
3 ἔοικε τῷ λόγῳ. πῶς δ’ ἄλλως ὥσπερ Ἱπποκράτης εἶπε
4 καθόλου περὶ πάσης ἡμᾶς διδάσκων διαστροφῆς; καὶ γὰρ καὶ
5 τῆς μήτρας ὡσαύτως καὶ αἱ τῆς ῥάχεως καὶ τῶν μυῶν γίνονται,
6 τεινομένων εἰς ἐκεῖνα τὰ μέρη τῶν σωμάτων εἰς
7 ἅπερ καὶ διαστρέφεται. τῷ δ’ εἶναι πολλὰς τὰς τεινούσας
8 αἰτίας δυσφώρατον τὸ καθόλου τοῖς πλείστοις τῶν ἀρχαίων
9 ἰατρῶν ἐγένετο. καὶ γὰρ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ ἀποστήματα
10 καί τινων ἀπέπτων φυμάτων γένεσις καὶ ὅλως ἅπαντες
11 οἱ παρὰ φύσιν ὄγκοι τείνειν πρὸς ἑαυτοὺς δύνανται τὰ
12 συνεχῆ, ἤδη δὲ καὶ σκληρότης αὐχμώδης καὶ ψύξις ἄμετρος
13 ὅμοιόν τι πήξει δρῶσα καὶ σπασμώδης σύντασις, ὧν ἄλλοτ’
14 ἄλλο διαστρέφει τὰς ἀρτηρίας. μάλιστα δὲ τὴν ἀνώμαλον
15 δυσκρασίαν ἡγητέον διαστρέφειν.