15
Κεφ. κστʹ.Ἰκτέρων ἄνευ πυρετοῦ μικρότερος, σκληρότερος,
16
πυκνότερος, οὐκ ἀμυδρὸς, οὐ ταχύς.
17
Ὁ τῆς ξανθῆς χολῆς χυμὸς ἔχει τι φύσει ξηραντικὸν,
18
ὥσπερ ἅλμη καὶ θάλαττα, καὶ διὰ τοῦτ’ οὖν καὶ τὸν
19
χιτῶνα τῶν ἀρτηριῶν σκληρότερον ἐργαζόμενος, ἅμα 9.203
1
αὐτῷ καὶ τὸν σφυγμὸν ἀποφαίνει σκληρότερον, εὐθὺς δὲ καὶ
2
μικρότερον, ἀδυνατούντων δηλονότι τελέως διαστέλλεσθαι
3
τῶν σκληρῶν ὀργάνων. ὥστ’ εὐλόγως εἰς ὅσον τοῦ προσήκοντος
4
γίνεται μικρότερος εἰς τοσοῦτο καὶ πυκνότερος, οὐ
5
μὴν ἀμυδρός γε. οὐ γὰρ ἄῤῥωστος ἡ δύναμις. οὐ μὴν οὐδὲ
6
ταχὺς, ὅτι χωρὶς πυρετῶν· ὡς τοῖς γε μετὰ πυρετῶν καὶ
7
ταχὺς, διὰ τὴν τῆς χρείας ἔπειξιν.