Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


9 Κεφ. ιηʹ.Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς
10 καὶ βραδύς ἐστι, καὶ τισὶ μὲν αὐτῶν καὶ ἀραιὸς, τισὶ δὲ καὶ
11 πυκνὸς μὲν, ἀλλ’ ὑποδιαλείπων ἀτάκτως.


12 Μικρὸς μὲν καὶ βραδύς ἐστιν τῶν παραλελυμένων
13 σφυγμὸς, ὅτι ψυχρὸν τὸ πάθος· ἀμυδρὸς δὲ, ὅτι καὶ δυνάμις
14 ἀῤῥωστοτέρα. μείζονος δὲ τῆς ἐν αὐτῷ γενομένης καταλύσεως
15 πυκνὸς ἅμα καὶ ἀνώμαλος καὶ ὑπολείπων ἀτάκτως.
16 εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν αἰτία κατὰ τὸ δεύτερον τῶνδε
17 τῶν ὑπομνημάτων.

9.193