1
Κεφ. ηʹ. Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες
2
καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται, τὰ δ’ ἄλλα
3
φυλάττουσιν.
4
Ἐπὶ τῶν κυουσῶν οὐδὲν παρήλλακται τῶν πρόσθεν ἢ
5
τὰ τῆς χρείας. ἥ τις δ’ ἂν ἥδε ᾖ, πάντως ἐπιτείνεταί τε καὶ
6
προσαύξεται μηκέτι τῆς γυναικὸς ἑαυτῇ μόνον ἀναπνεῖν τε καὶ
7
σφύζειν, ἀλλὰ καὶ τῷ κυουμένῳ δεομένης. ὥστ’ εὐλόγως
8
ὠκύτεροι μὲν καὶ μείζονες ἔσονται καὶ πυκνότεροι, οὐ μὴν
9
σφοδρότεροί γε, ἢ ἀμυδρότεροι, ἢ σκληρότεροι, ἢ μαλακώτεροι,
10
κατ’ αὐτόν γε τὸν τοῦ κύειν λόγον. οὐδὲ γὰρ ὅσον
11
ἐπὶ τούτῳ τὰ τῆς δυνάμεως τῶν ὀργάνων ταῖς κυούσαις
12
ὑπαλλάττεται.