Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


5 Κεφ. ιβʹ. Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ
6 ἐπίκτητοι ταῖς φυσικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς.
7 Καὶ δηλονότι κᾀνταῦθα, καθὰ καὶ περὶ τῶν ὡρῶν εἴπομεν,
8 ὡς αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ ταῖς
9 ψυχραῖς ἐοικότας ἐργάζονται σφυγμούς. γὰρ καθ’ ὑγρότητα
10 καὶ ξηρότητα διαφορὰ τῶν κράσεων ἐν ταῖς σχέσεσι
11 τοῦ σώματος περιείχετο. ταῖς μὲν γὰρ ξηραῖς αἱ ἰσχνότητες,
12 ταῖς δ’ ὑγραῖς αἱ παχύτητες οἰκεῖαι. δέδεικται δὲ ταῦτα ἐν
13 τοῖς περὶ κράσεων, ὥσπέρ γε καὶ ὅτι σκληρότης μὲν τοῦ σώματος
14 ταῖς ξηραῖς κράσεσιν, μαλακότης δὲ ταῖς ὑγραῖς ἕπεται.
15 καὶ διὰ τοῦτο καὶ σφυγμὸς ταῖς μὲν σκληρὸς, ταῖς
16 δὲ μαλακός.