17
Κεφ. ιδʹ.Περὶ δὲ τῶν ἀτάκτων τε καὶ τεταγμένων ἤδη
18
ῥητέον. ἐπεὶ τοίνυν ἀνώμαλοι πάντες εἰσὶν οἱ τοιοῦτοι σφυγμοὶ, 9.102
1
καθάπερ καὶ ἐν τοῖς περὶ διαφορᾶς αὐτῶν δεδήλωται,
2
διαλλάττουσι δὲ τῷ τοὺς μὲν ἐν περιόδοις τισὶ διασώζειν τὴν
3
ἰσότητα, τοὺς δὲ πάντη συγχέειν, ἓν κοινὸν κατὰ πάντων
4
αὐτῶν ἐν βραχεῖ τόδε χρὴ διαγινώσκειν, ὡς τῆς αἰτίας, ἥ τις
5
ἂν ἑκάστοτε τὴν ἀνωμαλίαν ἐργάζηται, ἐστηριγμένης μὲν ἐν
6
τοῖς τεταγμένοις, ἀστηρίκτου δ’ ἐν τοῖς ἀτάκτοις οὔσης. καὶ
7
μέντοι καὶ τῆς φύσεως, εἴπερ τι ἄλλο, καὶ ἡ τάξις οἰκεῖον,
8
ὥσπερ οὖν καὶ ἡ ὁμαλότης. ἐὰν οὖν θάτερον αὐτῶν
9
συγχυθῇ, μικροτέραν ἐνδείκνυται τὴν βλάβην, ἐὰν δ’ ἄμφω,
10
μείζονα, συγχεῖται δ’ ἄμφω μὲν ἐν τοῖς ἀτάκτοις, θάτερον δ’
11
ἐν τοῖς τεταγμένοις μὲν, ἀνωμάλοις δὲ δηλονότι.