1
Κεφ. ιγʹ.Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν
2
τῷ τῶν περιπνευμονικῶν κατὰ μέγεθος καὶ ἀσθένειαν καὶ
3
μαλακότητα βραδύτερός ἐστιν αὐτοῦ καὶ ἀραιότερος καὶ ἧττον
4
ἀνώμαλος, διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίνεται
5
δ’ ἔστιν ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κυματώδης ἐστὶν ἔν γε
6
ταῖς βαθείαις καταφοραῖς, ἐφ’ ὧν ταῦτα λέγεται. τῶν γὰρ
7
συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοσημάτων
8
τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ
9
μηδέπω τελέων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος,
10
ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τε προσγενέσθαι
11
αὐτοῖς.
12
Ὅτι καὶ ὁ λήθαργος ἐπὶ φλεγματώδει γίνεται χυμῷ,
13
δέδεικται καὶ τοῦτ’ ἐν τοῖς ἰδίοις ὑπὲρ τῶν νοσημάτων λόγοις.
14
ὥστε καὶ εὐλόγως ὁ σφυγμὸς ὁμοιότατός ἐστι τῷ τῶν περιπνευμονικῶν,
15
βραδύτερος εἰς τοσοῦτον εἰς ὅσον ἀποκεχώρηκε
16
τῆς καρδίας οὐκ ὀλίγον ὁ ἐγκέφαλος. ὁ γὰρ δὴ πνεύμων
17
τῇ γειτνιάσει τῇ πρὸς ἐκείνην εὐλόγως ὠκυτέρους
18
τε καὶ πυκνοτέρους ἀπεργάζεται τοὺς σφυγμοὺς, ἐπειδὰν
19
θερμότερος ᾖ. ὅτι δὲ καὶ ἀνωμάλους μᾶλλον εὔλογον 9.184
1
γίνεσθαι διὰ τὴν γειτνίασιν, οὐδὲ τοῦτο ἄδηλον τοῖς μεμνημένοις
2
τῶν πρώτων. διὰ τοῦτο δὲ καὶ διαλείπων ἐστὶν ἢ
3
παρεμπίπτων μᾶλλον ὁ τῶν ληθαργικῶν σφυγμός. ἐπὶ
4
πλέον γὰρ ψυχρότερον, καὶ ὡς ἂν εἴποι τις νεκρωδέστερον
5
τοῦ τῆς περιπνευμονίας ἐστὶ τὸ τοῦ ληθαργικοῦ νόσημα.
6
ψυχρᾶς δ’ ἦν οἰκεῖος διαθέσεως καὶ δυνάμεως ἐπὶ πλέον
7
ἀπεψυγμένης ὁ διαλείπων σφυγμός.