Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg086
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e):
translatio Latina: Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, pp. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

13 ιστʹ.

14 Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ
15 ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι
16 καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα
17 καὶ παχύτερα. ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ παχέα
18 τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ 15.200
1 τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλμη
2 καὶ θάλασσα καὶ τὰ τοιαῦτα.



4 Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέρειν,
5 φλεγματικώτεροι γὰρ οὗτοι· τὰ λειότερα δ᾿ ἐπὶ τῶν
6 ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων. ὁποῖαι δέ εἰσιν ἑκατέρων
7 αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγήσεως
8 οὐ δεομένης· διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ
9 τρέψομαι.