Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg086
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e):
translatio Latina: Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, pp. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

10 λγʹ.

11 Ὁκόσοισι δὲ αἱ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη
12 πρῶτον ἴσχει τὴν κεφαλὴν καὶ οὐρέει θαμινὰ καὶ τἄλλα
13 πάσχει ὁκόσα περ ἐπὶ στραγγουρίῃ, οὗτος ἐφ᾿ ἡμέρας
14 ἐννέα τοῦτο πάσχει. καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας
15 κατὰ τὰ ὦτα ὕδωρ βλέννα, ἀπαλλάσσεται τῆς νούσου
16 καὶ τῆς στραγγουρίης παύεται. οὐρέει δὲ ἀπόνως καὶ
17 πουλὺ καὶ λευκὸν, ἔστ᾿ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ καὶ ἐκ
18 τῆς κεφαλῆς ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ
19 κλέπτεταί οἱ αὐγή. ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, 15.223
1 συλλογισάμενον, ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν
2 ἐστιν ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωϋτοῦ γνώμης ἐν τῇσι
3 νούσοισιν ὠφελέεσθαι.



5 Εἰκότως ὑπωπτεύκασι ταύτην τὴν ῥῆσιν ἔνιοι δὲ καὶ
6 τελείως κατεγνώκασιν, ὡς οὔτε Πολύβου γεγραφότος αὐτὴν
7 οὔτε πολὺ μᾶλλον Ἱπποκράτους. τε γὰρ ἀρχὴ τοῦ λόγου
8 παντάπασιν ἀδιόριστος, ἀξιοῦσα τὰς ἀπὸ τοῦ ἐγκεφάλου
9 νάρκην τε καὶ στραγγουρίαν ἐπιφέρειν οὔτε εἴπερ ἡγήσαιτό
10 τις αὐτὸν οὐ πάσας τὰς ἀπὸ τοῦ ἐγκεφάλου νόσους ἀποφαίνεσθαι
11 τοιαύτας ὑπάρχειν, ἀλλὰ μόνας ἐφ᾿ ὧν κατὰ τὰ
12 ὦτα καὶ τὰς ῥῖνας ὕδωρ καὶ βλέννα ῥυεῖσα τὴν νόσον ἔπαυσεν,
13 ἀληθὲς τὸ λεγόμενον, οὔτε γὰρ ἀεὶ φαίνεται τοῦτο γιγνόμενον
14 οὔθ᾿ ὡς ἐπὶ τὸ πολύ.