ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ
ΥΓΙΕΙΝΗΣ ΤΩΝ ΙΔΙΩΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
Η ΠΟΛΥΒΟΥ ΥΠΟΜΝΗΜΑ.
1
Προοίμιον Γαλήνου.Ἕν τοῦτό ἐστι
2
βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον, ὥσπερ τὸ πρῶτον μέρος ὅλου
3
τοῦ προκειμένου βιβλίου, καθ᾿ ὃ περὶ φύσιος ἀνθρώπου
4
διαλέγεται. συντετέλεσται γὰρ ἐν ἐκείνῳ τὸ ἐπαγγελθὲν, οὐδεμιᾶς
5
ἔτι προφάσεως δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔθετο
6
διδάσκει δι᾿ ὅλου τοῦ βιβλίου καὶ διὰ τοῦτο τῶν 15.175
1
μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων, προσηκούσης
2
ἐπιγραφῆς ἰδίας ἔτυχε τὸ σύμπαν, ἣν ἐπέγραψάν τινες αὐτῷ
3
περὶ φύσιος ἀνθρώπου καὶ διαίτης. ὥσπερ δὲ ἄμεμπτον
4
μέν ἐστι πάντη τὸ περὶ φύσιος ἀνθρώπου, μεμπτὰ δὲ πάντη
5
τὰ παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ περὶ
6
διαίτης ὑγιεινῆς ἐν τοῖς πλείστοις μὲν ἄμεμπτόν ἐστιν,
7
ἐχόμενον ἀεὶ τῆς Ἱπποκράτους στοιχειώσεως. ἔν τισι δ᾿
8
ἄν τις αὐτῷ μέμψαιτο παντελῶς ὀλίγοις· ὑποκείσθω δ᾿
9
εἶναι Πολύβου, καθότι πολλοῖς ἔδοξε.