Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg086
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e):
translatio Latina: Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, pp. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

15 κβʹ.

16 Ὁκόσοισι μὲν ἀνεπιτήδειον ἀπεμέειν τὰ σιτία, ὁκόσοισιν
17 αἱ κοιλίαι οὐκ εὐδιέξοδοί εἰσι, τουτέοισι πᾶσι ξυμφέρει
18 πολλάκις τῆς ἡμέρης ἐσθίειν καὶ παντοδαποῖσι βρώμασι 15.208
1 χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι καὶ
2 οἴνους τε πίνειν δισσοὺς τρισσούς.  ὁκόσοισι δὲ
3 μὴ ἀνεμέουσι τὰ σιτία, καὶ κοιλίας ἔχουσιν ὑγρὰς,
4 τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει
5 ποιέειν.



7 Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι
8 βουλομένοις τὴν κοιλίαν, κένωσιν μετρίαν ποιήσασθαι τοῦ
9 παντός. ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις καὶ ποικίλα
10 καὶ οἴνους πλείονας πίνειν. ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν
11 βουλομένους, ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας,
12 ὡς ἐπισχέσεως δεῖσθαι, μήτε πολλάκις
13 ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι. τὸ μὲν γὰρ ἅπαξ
14 φαγεῖν ἕν τι μονοειδὲς ἔνα τε πίνειν οἶνον εἰς τὸ κατασχεῖν
15 αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ
16 ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γαστέρα.
17 παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων καὶ 15.209
1 τὴν τάξιν τῆς προσφορᾶς, ἤτοι γ᾿ ἐπιπολάζειν αὐτὰ, ὑπέρχεσθαι
2 κάτω συμβαίνει.