Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg086
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e):
translatio Latina: Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, pp. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

1 λαʹ.

2  Ὁκόσους δὲ δίψαι λαμβάνουσιν, τουτέοισι τῶν τε σιτίων
3 καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν καὶ τὸν οἶνον πινόντων
4 ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον.



6 Νῦν μὲν οὕτως εἴρηται τὸ γνώρισμα τῶν θερμῶν φύσεων,
7 ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆσιν·
8 ἐν θερμῷ φύσει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν. αὐτὸς
9 γὰρ ὀνομάσας τὴν κρᾶσιν τοῦ σώματος ἐφεξῆς ἔγραψε
10 τὴν δίαιταν ἦς χρῄζουσιν οἱ οὕτω διακείμενοι, κεφάλαιον
11 μὲν ἔχουσαν τὴν ψύξιν. ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆς
12 διαίτης τὰ δραστικώτερα, τε ὑδροποσία ἐστὶν καὶ ἀγυμνασία.
13 κατὰ δὲ τὴν προκειμένην ῥῆσιν τὸ μὲν ἐλινύειν
14 ἕτερον ὠνόμασεν, εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν.
15 ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψας καὶ τὸν οἶνον πινόντων
16 ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον καὶ μοι δοκεῖ κάλλιον
17 ἐνταῦθα παραινέσαι. τὸ γὰρ ὑδαρὲς πόμα καὶ ψυχρὸν οὐκ
18 ἐστέρηται μὲν τοῦ ἐμψύχειν, προσείληφε δὲ καὶ τὰς ἐκ τοῦ
19 οἴνου ὠφελείας.



15.221