Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg086
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e):
translatio Latina: Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, pp. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

17 κηʹ.

18 Ἐστὶ δὲ αὕτη μὲν ὀξείη φύσις καὶ τρέπεται ἐφ᾿ ἑκάτερα 15.217
1 καὶ ἀκμάζει ὀλίγον χρόνον εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι
2 τῶν σωμάτων.



4 Ὀξεῖαν εἶπε τὴν τῶν πυκνοσάρκων φύσιν, ἐν ἴσῳ τῷ
5 ταχείας ποιουμένην τὰς μεταβολάς. ἐπιφέρων γοῦν ἐρεῖ καὶ
6 τρέπεται ἐφ᾿ ἑκάτερα, τουτέστιν ἐπί τε τὴν εὐεξίην καὶ
7 τοὐναντίον. ἐφεξῆς δ᾿ ἔτι φησὶ, καὶ ἀκμάζει ὀλίγον χρόνον
8 εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων. ἐδείχθη
9 γὰρ ἐν τοῖς εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν ὅτι τῶν
10 γυμναστικῶν εὐεξία μετὰ πληρώσεως αἵματός τε καὶ σαρκῶν
11 τὴν ῥώμην φυλάττουσα τῶν φυσικῶν δυνάμεων. ἀλλ᾿ ὥσπερ
12 ἐκεῖ τὴν ἐπ᾿ ἄκρον εὐεξίαν ἐδείκνυμεν εἶναι σφαλερὰν, οὐ
13 ταχέως γιγνομένην ἐν τοῖς ἀραιοῖς σώμασιν, οὕτω καὶ ἐπὶ
14 τῶν πυκνοσάρκων, ἐπεὶ τάχιστα γίνεται, διὰ τὸ δυσφόρητον
15 ἀναγκαζομένη δηλονότι μεταπίπτειν εὐθέως ὀξεῖαν ποιεῖται
16 τὴν γένεσιν καὶ τὴν λύσιν.



15.218