Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Epidemias III commentaria (In Hipp. Epid. III comm.)
urn:cts:greekLit:tlg0057.tlg090
Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
editio(nes) critica(e): Wenkebach, 1936
translatio Latina: Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, pp. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

1 πζʹ.

2 Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν
3 πολὺν χρόνον θερμανθεὶς κατεκλίθη, φρικώδης δὲ καὶ
4 ἀσώδης ἦν, ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ
5 πρώτῃ πολλὰ κόπρα διῆλθε σὺν περιῤῥόῳ πολλῷ καὶ τὰς
6 ἑπομένας, ὑδατόχλοα, πολλὰ διῄει, οὖρα λεπτὰ, ὀλίγα,
7 ἄχροα, πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου, ὑποχονδρίου ἔντασις
8 ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων, καρδίης παλμὸς
9 διὰ τέλεος, ξυνεχὴς, οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν
10 ἀτρεμέως, κόσμιός τε καὶ ἥσυχος, δέρμα καρφαλέον
11 καὶ περιτεταμένον, διαχωρήματα πολλὰ καὶ λεπτὰ χολώδεα,
12 λιπαρά. ιδʹ πάντα παρεκρούσθη, πάντα παρωξύνθη,
13 πολλὰ παρέλεγεν. ὀγδόῃ ἐξεμάνη, βληστρισμὸς, οὐδὲν οὔρει,
14 μικρὰ ποτὰ κατείχετο. τῇ κδʹ ἀπέθανε φρενῖτις.


17a.791


1 Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν
2 ἀρχὴν αὐτῶν τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίσια καὶ ταῦτα
3 μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἄῤῥωστον
4 ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος νεανίσκος
5 οὗτος, εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ
6 προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον
7 εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γίνεσθαι δ’ αὐτὴν ἐδήλου
8 τότε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ ἀεὶ
9 σιωπηλὸν εἶναι τὸν νοσοῦντα, παρακροῦσαι μέτρια. τοῖς
10 μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς
11 προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ’ ἐναντίοις
12 τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι
13 τὸ διὰ τοῦ χρόνου προσέγραψε κατὰ τὸν ἔμπροσθεν
14 ἄῤῥωστον ἐπεσκεψάμεθα. καὶ περὶ τῶν καθ’ ὑποχόνδρια
15 παλμῶν ἐν ἄλλοις τε κᾀν τῷ προγνωστικῷ διῆλθον, ὥσπερ
16 καὶ τῆς ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν
17 χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων,
18 ἐν διαθέσει δέ τινι διαμενόντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.



17a.792