Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Epidemias III commentaria (In Hipp. Epid. III comm.)
urn:cts:greekLit:tlg0057.tlg090
Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
editio(nes) critica(e): Wenkebach, 1936
translatio Latina: Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, pp. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

7 θʹ.

8  Πρὸ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν,
9 ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’
10 οὔ. κακοήθεα πολλοὺς ἔκτεινε.



12 Ὑπὸ χολώδους ῥεύματος ἔμαθες γίνεσθαι τὸ ἐρυσίπελας,
13 οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ.
14 τοὐναντίον γὰρ ἅπαν ὅταν ἐπιεικὲς τὸ ῥεῦμα τὴν
15 κατὰ φύσιν ἐν ἡμῖν γενομένην ἔχον ὠχρὰν χολὴν, ἐρυσιπέλατα
16 μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν
17 ἐξ αὐτῶν, ὅταν γ’ ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν
18 νῦν γε τοιοῦτος ἦν γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ 17a.660
1 καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικὸς, ἐπὶ τῇ
2  πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν
3 ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν
4 τε δίαιτα χολώδης μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ
5 τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος
6 ἡμᾶς ἀέρος κράσει γίνονται, διὰ τὴν ἑκάστου φύσιν τε καὶ
7 δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν
8 ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι
9 τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις,
10 ὕπνοις, ἀγρυπνίαις, ἅπασί τε τοῖς ὁπωσοῦν γινομένοις κατὰ
11 τὰ τῶν ἀνθρώπων σώματα.