6
Κεφ. ιʹ.Πρὸς κιονίδας.Κηκίδα λείαν καθ᾿ αὑτὴν
7
προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον
8
βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ
9
σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ
10
φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿
11
ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι
12
θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην
13
ἐπ᾿ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο.
14
βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας
15
κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν
16
ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν
17
ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς.
18
Καυστικὸν κιονίδος.Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν 14.435
1
ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει
2
ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ
3
ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον
4
εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ
5
μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν
6
κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου
7
ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν
8
παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ
9
σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ
10
θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ
11
ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν
12
σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου
13
ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς.
14
Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.Σκευαζέσθω
15
γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου,
16
ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ
17
ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν 14.436
1
μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας
2
ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα,
3
σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας
4
ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας
5
τρίψας σὺν μέλιτι κατάπλασσε.