8
Κεφ. κγʹ.Πρὸς πρόπτωσιν ὀμφαλοῦ.Τινὲς
9
διὰ φαρμακείας εἰς τὸ κατὰ φύσιν ἐπανῆλθον οὕτως.
10
κηκίδας καύσας ἢ τρίψας καὶ διαμίξας σὺν φλοιῷ λιβάνου
11
καὶ ὠοῦ λευκῷ κατάπλασσε. ἄλλο. στυπτηρίας σχιστῆς 𐅻 εʹ.
12
τρυγὸς οἴνου Ῥοδίνου 𐅻 ιʹ. κηκίδων ὀμφακίνων 𐅻 βʹ.
13
οἴνου διεὶς καὶ μέλιτος ποιήσας πάχος ἐπίβρεχε, ἔξωθεν
14
ἐπιῤῥίπτων σπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ
15
καταλάμβανε. ἄλλο. ἐρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βαλαυστίου
16
τὸ ἴσον· ἕψε ἐν ὕδατι. ὅταν δὲ διαλυθῇ τρίψας
17
ἐπιμελῶς ἐπιτίθει σὺν τῷ σπόγγῳ, καθάπερ προείρηται. 14.464
1
ἄλλο. μολίβδου ῥινήματος 𐅻 ιστʹ. κωνίου, μάννης, ψιμυθίου
2
ὑποκυστίδος χυλοῦ ἀνὰ 𐅻 αʹ. οἴνῳ διαλύσας χρῶ καθὼς
3
προείρηται.