Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De remediis parabilibus (De rem. parab.)
urn:cts:greekLit:tlg0530.tlg029
Περὶ εὐπορίστων
Médicaments faciles à se procurer
Readily Available Remedies (Rem. Parab.)
editio(nes) critica(e):
translatio Latina: De remediis parabilibus, 1827, vol. 14, pp. 311-581. urn:cts:greekLit:tlg0530.tlg029.verbatim-lat1
translationes recentiores Brodersen, 2020 (grc;deu)


9 Κεφ. ιβʹ.Πρὸς τὰ τοῦ βρόγχου καὶ φάρυγγος πάθη.
10 αʹ.Πρὸς παρεκκοπὰς καὶ ἐλαττώσεις τῆς φωνῆς.Βολβοὺς
11 δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς. ὠφελεῖ δὲ καὶ
12 τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαριζόμενον μετὰ λιβάνου καὶ
13 σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβανόμενον
14 κοχλιάρια βʹ. γʹ. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ
15 κʹ. σπέρματος λίνου κεκαυμένου 𐅻 δʹ. τραγακάνθης τῆς ἐν
16 ὕδατι βεβρεγμένης 𐅻 βʹ. στροβίλους λʹ. τῷ μέλιτι ἀναλαβὼν
17 χρῶ. ἄλλο. τοῦ γλήχωνος 𐅻 δʹ. σπέρματος λίνου, 14.439
1 πεπέρεως, καλαμίνθης ἀνὰ 𐅻 βʹ. πετροσελίνου 𐅻 αʹ. μέλιτος
2 λίτρ. αʹ.


3 βʹ.Πρὸς τοὺς ἤδη πνιγομένους.Ἀνθρωπείαν κόπρον
4 εἰς ῥάκος ἐνδήσας καὶ καύσας δίδου πιεῖν· τοῦτο τοῖς
5 ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ κόπρος αἰγεία
6 σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς συναγγικῆς
7 ἅκρως. πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος
8 τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ
9 καὶ κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιάζει·
10 δεῖ δὲ συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης.


11 γʹ.Πρὸς τὰς τῶν παίδων ἐσχάρας.Τὰς ἐν τῷ
12 φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου ἀριστολοχίαν ἐν
13 οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει.


14 δʹ.Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου
15 ἐκβαλεῖν.
Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας
16 κατεχέτω ἕως ἐκβάλῃ τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ καταπίνει
17 καὶ πνίγεται, ἐκ τοῦ αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον  14.440
1 ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται
2 γὰρ τὸ καταποθὲν καὶ πνῖγον.


3 εʹ.Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.Ἀναγαργαριζέσθω
4 θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ὀποῦ Κυρηναϊκοῦ
5 τὸ μέγεθος ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν
6 θερμόν. χυλὸν ἀναγαλλίδος πότιζε ὄξος μετὰ θύμου
7 δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ ὕδατι.