ΠΕΡΙ ΟΥΡΩΝ ΕΚ ΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΚΑΙ ΓΑΛΗΝΟΥ ΚΑΙ
ΑΛΛΩΝ ΤΙΝΩΝ.
1
Κεφ. αʹ. Οὖρον δὲ ἄριστόν ἐστιν, ὅταν λευκή
2
τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ περὶ πάντα τὸν
3
χρόνον ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ τὴν ἀσφάλειάν
4
τε καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. ἢν δὲ καὶ
5
διαλείπει καὶ ποτὲ μὲν καθαρὸν οὐρεῖ, ποτὲ δ’ ὑφίσταται
6
τὸ λευκόν τε καὶ λεῖον, καὶ χρονιωτέρα γίνεται ἡ νοῦσος
7
καὶ ἧττον ἀσφαλής. εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ 19.610
1
ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη πολυχρονιώτερον μὲν
2
τοῦτο τοῦ προτέρου, σώτερον δὲ κάρτα. κριμνώδεις δὲ ἐν
3
τοῖς οὔροις αἱ ὑποστάσεις πονηραί. τούτων δὲ ἔτι κακίους
4
καὶ πεταλώδεις· λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φαῦλαι· τούτων
5
δ’ ἔτι κακίους αἱ πιτυρώδεις. νεφέλαι δὲ ἐναιωρούμεναι
6
καὶ ἐμφερόμεναι τοῖς οὔροις λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι
7
δὲ φαῦλαι. ἢν δὲ λεπτὸν οὖρον εἴη καὶ πυῤῥὸν ἄπεπτον
8
εἶναι δηλοῖ τὸ νόσημα καὶ πολυχρόνιον. τὸ δὲ οὖρον
9
τοιοῦτον ὂν ἀκινδύνως μὲν οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι
10
ἔστ’ ἂν πεπανθῇ τὸ οὖρον, θανατωδέστερα δὲ τῶν
11
οὔρων τά τε δυσώδη καὶ ὑδατώδη καὶ μέλανα καὶ παχέα.
12
τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων
13
κάκιστα· τοῖσι δ’ αὖ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοισι δὲ
14
τὰ οὖρα λεπτά τε καὶ ὠμὰ πολυχρόνια ἂν καὶ τὰ ἄλλα σημεῖα
15
ὡς περιεσόμενα εἴη, τουτέους ἂν ὑπόστασιν δεῖ προσδέχεσθαι
16
εἰς τὰ κάτω τῶν φρενῶν χωρία καὶ τὰς λιπαρότητας
17
δὲ τὰς ἄνω ὑφισταμένας ἀραχνοειδεῖς μέμφεσθαι χρὴ,
18
συντήξεως γὰρ σημεῖόν ἐστι. σκοπεῖν δὲ δεῖ τῶν οὔρων ἐν
19
οἷς εἰσιν αἱ νεφέλαι ἄν τε κάτω ὦσιν ἄν τε ἄνω, καὶ τὰ 19.611
1
χρώματα ὁκοῖα ἔχωσι καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖς
2
χρώμασιν οἷς εἰρήκαμεν ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν·
3
τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν οἷσιν εἴρηται·
4
κακὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε
5
αὐτὴ ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῶ τούτων·
6
οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς
7
καθ’ ἑαυτήν. ὁκόσοισιν οὖρα παχέα, θρομβώδη, ὀλίγα, οὐκ
8
ἀπυρετοῖσι πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, μάλιστα
9
δὲ τοσαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν
10
ἴσχει. οἷσι δὲ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου,
11
τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται. οἷσιν
12
ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπὶ νεφέλῃ ἴσχει τὸ οὖρον τῇ
13
τετάρτῃ ἐρυθρὸν ὂν καὶ τὰ ἄλλα κατὰ λόγον. ὁκόσοισιν
14
οὖρα διαφανέα, λευκὰ, πονηρὰ, μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖς
15
ἐπιφαίνεται. οἷσιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι ῥύεται
16
τῆς ἀποστάσεως οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν γιγνόμενον
17
οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται
18
ἐνίοισι γίγνεσθαι. ἢν δὲ καὶ ἐκ ῥινῶν αἱμοῤῥαγήσῃ, 19.612
1
καὶ πάνυ ταχέως λύεται. ὁκόσοισιν ἢ αἷμα ἢ πῦον οὐρῇ
2
τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει. ὁκόσοισιν
3
ὑποχόνδρια μετέωρα διαβορβορύζοντα ὀσφύος ἀλγήματος
4
ἐπιγενομένου, τουτέοισι κοιλίαι καθυγραίνονται ἢ μὴ φῦσαι
5
καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ὑπέλθῃ· ἐπὶ πυρετοῖς δὲ
6
ταῦτα. οἷσιν ἐν τῷ οὔρῳ παχὺ ἐόντι σαρκία σμικρὰ ὥσπερ
7
τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.
8
ὁκόσοισι δὲ ἐν τῷ οὔρῳ παχὺ ἐόντι πιτυρώδεα συνεξουρεῖται,
9
τούτων ἡ κύστις ψωριᾷ. ὁκόσοισι ἀπὸ ταὐτομάτου
10
αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν σημαίνει
11
φλεβίου ῥῆξιν. οἷσιν ἐν τοῖς οὔροις ψαμμώδεα ὑφίσταται,
12
τούτοις ἡ κύστις λιθιᾷ. ἢν δὲ ψαμμῶδες αἷμα οὐρέει καὶ
13
θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ πρὸς
14
τὸ ἐπιγάστριον καὶ τὸν κτένα καὶ τὸ περιναῖον τὰ περὶ
15
τὴν κύστιν πονέει. ἢν δὲ αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας
16
καὶ ὀδμὴ βαρείη τῆς κύστεως ἕλκωσιν σημαίνει. οὔρησις
17
νύκτωρ πολλὴ γιγνομένη σμικρὴν τὴν διαχώρησιν
18
σημαίνει. ὁκόσοισι πυρέσσουσιν ἐν τοῖς οὔροισι κριμνώδεες 19.613
1
ὑποστάσεις γίνονται μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν.
2
ὁκόσοισι δὲ χολώδεις αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ,
3
ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν. ὁκόσοισι διεστηκότα
4
τὰ οὖρα γίγνονται, τουτέοισι ταραχὴ ἐν τῷ σώματι
5
ἰσχυρή ἐστιν. ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται
6
πομφόλυγες νεφριτικὴν σημαίνει καὶ μακρὰν τὴν ἀῤῥωστίην
7
ἔσεσθαι. ὁκόσοισι δὲ λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόη, τούτοισι
8
νεφριτικὰ ὀξέα σημαίνει. ὁκόσοισι δὲ τῶν πυρετῶν
9
δεῖνοί τε ἀπ’ ἀρχῆς εἰσι καὶ σφυγμοὶ κεφαλῆς καὶ οὖρον
10
λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας
11
παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαι μηδ’ ἂν οὐ
12
δεῖ παραφρονήσειν ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζηται.
13
ὁκόσοισι δὲ νεφριτικοῖς ἐοῦσι προειρημένα συμβαίνει
14
σημεῖα πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται·
15
εἰ μὲν οὖν περὶ τοὺς ἔξω τόπους γίγνονται καὶ τὰ ἀποστήματα
16
προσδέχου ἔξω ἐσόμενα· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ
17
τοὺς ἔσω τόπους γίγνονται καὶ τὰ ἀποστήματα προσδέχου
18
εἴσω. ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ 19.614
1
καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ περιναῖον καὶ τὸ ὑπογάστριον
2
καὶ τὸν κτένα τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. οἷσιν
3
ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς τοιούτους
4
δεῖ ὑποκαθαίρειν ἢ καὶ τἄλλα ξυμφέρει. ὁκόσοις δὲ ἐν ἀρχῇ
5
τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους· ἀλλ’ ἢν
6
δοκεῖ κλύσε τούτους, ξυμφέρει οὕτω θεραπεύεσθαι. τεκμαίρεσθαι
7
δεῖ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι ἐν τοῖσι πυρετοῖσι.
8
ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα, ἦν βελτίω·
9
ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα. σωτηρίην μὲν
10
γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. ταῦτα δέ τοῦ Ἱπποκράτους
11
οὕτως ἐξηγεῖται ὁ Γαληνός. σαφῶς δὲ νῦν
12
τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν· οὐ τοῖς κατὰ
13
φύσιν, τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα. πρὸς γὰρ
14
τῶν λεπτῶν μόνων γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα·
15
τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν.
16
ἢν δὲ μεταβολὰς ἔχει, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ
17
νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω
18
τὴν ἀνωμαλίαν· ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημάτων, 19.615
1
εἶπέν που ὁ Ἱπποκράτης, ἡ ἐκ τῶν οὔρων σημείωσις
2
χρησιμωτάτη καθέστηκε.