Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De urinis ex Hippocrate, Galeno aliisque quibusdam (De urin. ex Hipp. Gal. al.)
urn:cts:greekLit:tlg0530.tlg035
Περὶ οὔρων ἐκ τῶν Ἱπποκράτους καὶ Γαληνοῦ καὶ ἄλλων τινῶν
Urines According to Hippocrates, Galen (Ur. Comp. Gal.)
editio(nes) critica(e):
translatio Latina: De urinis ex Hippocrate, Galeno aliisque quibusdam, 1830, vol. 19, pp. 609-628. urn:cts:greekLit:tlg0530.tlg035.verbatim-lat1
translationes recentiores Mitaritonna, 1968 (ita)


9 Κεφ. εʹ.Ἕτερόν τι δηλονότι τὸ λεπτὸν καὶ ὠχρὸν
10 οὖρον ἄπεπτον μὲν τῇ συστάσει, τῷ δὲ χρώματι πεπεμμένον·
11 ἀσθένειαν δὲ δηλοῖ τουτέῳ τῆς φύσεως· τῷ μὲν γὰρ
12 χρώματι τι ἔπεψεν ὡς ῥᾴδιον ὄν· οὐκ ἔτι δὲ καὶ τῇ
13 συστάσει διὰ τὸ δυσκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέρεται
14 τοῦτο ἀκίνδυνος μὲν οὐ δυνήσεται διαρκέσαι ἄνθρωπος
15 ἕως ἂν πεφθῇ νόσος· τὸ γὰρ πάνυ λεπτὸν φαῦλον.
16 δηλοῖ γὰρ ἀπεψίαν παρ’ ὅσον χρὴ τὸ θερμὸν ἐκβόσκεσθαι
17 τὸ λεπτομερέστερον.


18 Τί δηλοῖ τὸ λεπτὸν καὶ πυῤῥὸν οὖρον; τὸ λεπτὸν τῇ 19.620
1 συστάσει καὶ πυῤῥὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ· ὅμως
2 ἄπεπτον διὰ τὴν σύστασιν.


3 Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον; ἀπεψίαν, οὐ θάνατον, ἀλλὰ
4 χρόνον  δεῖσθαι εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος
5 ἰχωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν
6 χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ
7 δὲ τῶν συνόχων πυρετῶν ἐπὶ πλῆθος αἵματος συνισταμένων
8 ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχὺ μετὰ ὑποστάσεως
9 ἐρυθρᾶς· καὶ δῆλον ὅτι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συστάσει
10 τοῦ χύματος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον. τοῦ
11 δὲ ἀπέπτου νοσήματος τὸ οὖρον πυῤῥὸν μὲν τῷ χρώματι,
12 τὸ δὲ τῇ συστάσει λεπτόν.


13 Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμενον;
14 ἄπεπτον μὲν διὰ περιουσίαν πνεύματος παχέος, δηλοῦν
15 δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν.


16 Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ; τὸ
17 τοιοῦτον οὐρούμενον καὶ αὖθις μένον οἷα τὰ τῶν ὑποζυγιῶν
18 ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων χυμῶν καὶ πνευμάτων οἷον 19.621
1 ζύμωσιν· ἐπὶ τούτων κεφαλαλγίαι πάρεισιν παρέσονται
2 διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις.


3 Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μετὰ ταῦτα καθιστάμενον;
4 παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ
5 λεπτύνεσθαι μεμετρημένον δηλοῖ τὸ ποσὸν, ἐντεῦθεν καὶ
6 ἄρχεσθαι τὴν διάκρισιν.


7 Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον;
8 ἐσχάτην ἀπεψίαν τὸ τοιοῦτον σημαίνει. εἰ γὰρ ἐνεχείρησεν
9 φύσις ἐπὶ τὴν πέψιν ἐγκύπτειν οὐκ ἂν τοιοῦτον ἀπέκρινε.
10 τοῦτο δὲ γίνεται δι’ ἀσθένειαν τῆς δυνάμεως
11 δι’ ἔμφραξιν διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα. ἐπὶ γὰρ
12 τῶν τεταρταίων χρόνων ὄντων ἐν ἀρχῇ διὰ τὸ πλῆθος καὶ
13 τῆς ὕλης τὸ δυσπειθὲς διηθούμενον τὸ οὖρον λεπτὸν οὐρεῖται
14 οὐρεῖται λεπτὸν καὶ δι’ ἔμφραξιν ἥπατος νεφρῶν, ἀλλ’ ἐκ
15 τῆς ὀδύνης διαγινώσκεται δηλονότι τῆς τοπικῆς. οὐρεῖται
16 δὲ λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ
17 σημαίνει φρενίτιδα ἀπηλοῦν μεγάλην. καὶ γὰρ καῦσος 19.622
1 πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται δὲ τὸ οὖρον·
2 καὶ εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις χολὴ, ἀλλὰ τῇ
3 κουφότητι ἀνέδραμε εἰς τὸν ἐγκέφαλον· καὶ ἢν μὲν φρενῖτις
4 οὐ πάρεστιν, γίνωσκε αὐτὴν ἤδη ἔσεσθαι. ἢν δὲ καὶ
5 πάρεστι καὶ οὐρεῖται λεπτὸν καὶ λευκὸν μετὰ διακαεστάτου
6 πυρετοῦ, δηλονότι θάνατον προαγγέλλει. οὐ γὰρ ὑποφέρει
7 ἐν τῷ ἐγκεφάλῳ δύναμις ἤδη καταπροβεβλημένη τῷ διακαεῖ
8 πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆς ἤδη σεσηπυίας.
9